Helen's Seizure
Χορός
ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,
σιγήσατʼ· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,
οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.
Φρύξ
Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα
1370 βαρβάροις ἐν εὐμάρι-
σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
Δωρικάς τε τριγλύφους,
φροῦδα φροῦδα, γᾶ γᾶ,
βαρβάροισι δρασμοῖς.
1375 αἰαῖ·
πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ-
πτάμενος πόντον, Ὠκεανὸς ὃν
ταυρόκρανος ἀγκάλαις
ἑλίσσων κυκλοῖ χθόνα;
Χορός
1380 τί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα;
Φρύξ
Ἴλιον Ἴλιον, ὤμοι μοι,
Φρύγιον ἄστυ καὶ καλλίβωλον -
δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένω
ἁρμάτειον ἁρμάτειον μέλος
1385 βαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονον
ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
σκύμνου, δυσελένας
δυσελένας,
ξεστῶν περγάμων Ἀπολλωνίων
ἐρινύν· ὀττοτοῖ·
1390 ἰαλέμων ἰαλέμων
Δαρδανία τλᾶμον Γανυμήδεος
ἱπποσύνᾳ, Διὸς εὐνέτα.
Χορός
σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις.
τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω.
Φρύξ
1395 αἴλινον αἴλινον ἀρχὰν θανάτου
βάρβαροι λέγουσιν, αἰαῖ,
Ἀσιάδι φωνᾷ, βασιλέων
ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
σιδαρέοισιν Ἅιδα.
1400 ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ -
1400 καστά σοι λέγω, λέοντες
Ἕλλανες δύο διδύμω·
τῷ μὲν στρατηλάτας πατὴρ ἐκλῄζεθʼ,
δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
1405 πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
ξυνετὸς πολέμου, φόνιός τε δράκων.
ἔρροι τᾶς ἡσύχου
προνοίας κακοῦργος ὤν.
οἳ δὲ πρὸς θρόνους ἔσω
μολόντες ἇς ἔγημʼ τοξότας Πάρις
1410 γυναικός, ὄμμα δακρύοις
πεφυρμένοι, ταπεινοὶ
ἕζονθʼ, μὲν τὸ κεῖθεν, δὲ
τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον
1415 Ἑλένας ἄμφω.
ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
ἀμφίπολοι Φρύγες·
προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
μή τις εἴη δόλος.
1420 κἀδόκει τοῖς μὲν οὔ,
τοῖς δʼ ἐς ἀρκυστάταν
μηχανὰν ἐμπλέκειν
παῖδα τὰν Τυνδαρίδʼ
μητροφόντας δράκων.
Χορός
1425 σὺ δʼ ἦσθα ποῦ τότʼ; πάλαι φεύγεις φόβῳ,
Φρύξ
Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
παρὰ βόστρυχον αὔραν αὔραν
Ἑλένας Ἑλένας εὐπαγεῖ
κύκλῳ πτερίνῳ πρὸ παρηίδος
1430 ἀίσσων βαρβάροις νόμοισιν.
δὲ λίνον ἠλακάτᾳ
δακτύλοις ἕλισσεν,
νῆμα δʼ ἵετο πέδῳ,
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
1435 ματα συστολίσαι χρῄζουσα λίνῳ,
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
προσεῖπεν δʼ Ὀρέστας
Λάκαιναν κόραν·
Διὸς παῖ, θὲς ἴχνος
1440 πέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ,
Πέλοπος ἐπὶ προπάτορος ἕδραν
παλαιᾶς ἑστίας,
ἵνʼ εἰδῇς λόγους ἐμούς. —
ἄγει δʼ ἄγει νιν· δʼ ἐφείπετʼ,
1445 οὐ πρόμαντις ὧν ἔμελλεν·
δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼ
ἰὼν κακὸς Φωκεύς·
οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες.
ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐν
στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-
σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ-
1450 έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ-
λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.
Χορός
τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;
Φρύξ
Ἰδαία μᾶτερ
μᾶτερ ὀβρίμα ὀβρίμα,
1455 αἰαὶ φονίων παθέων ἀνόμων
τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
ἐν δόμοις τυράννων.
ἀμφιπορφυρέων πέπλων
ὑπὸ σκότου ξίφη σπάσα-
ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖν
δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
ὡς κάπροι δʼ ὀρέστεροι γυ-
1460 ναικὸς ἀντίοι σταθέντες
ἐννέπουσι· Κατθανῇ
κατθανῇ,
κακός σʼ ἀποκτείνει πόσις,
κασιγνήτου προδοὺς
ἐν Ἄργει θανεῖν γόνον.
1465 δʼ ἀνίαχεν -
1465 αχεν· Ὤμοι μοι.
λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις
κτύπησε κρᾶτα μέλεον πλαγᾷ·
φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
ἴχνος ἔφερεν ἔφερεν· ἐς
κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
1470 Μυκηνίδʼ ἀρβύλαν προβάς,
ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
παίειν λαιμῶν ἔμελ-
λεν εἴσω μέλαν ξίφος.
Χορός
ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
Φρύξ
ἰαχᾷ
δόμων θύρετρα καὶ σταθμοὺς
μοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν,
1475 βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,
μὲν πέτρους, δʼ ἀγκύλας,
δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
ἔναντα δʼ ἦλθε Πυλάδης
ἀλίαστος, οἷος οἷος Ἕκ-
1480 τωρ Φρύγιος τρικόρυθος Αἴας,
ὃν εἶδον εἶδον ἐν πύλαις
Πριαμίσι· φασγάνων δʼ ἀκμὰς
συνήψαμεν.
δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες,
ὅσον Ἄρεως ἀλκὰν
1485 ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς,
μὲν οἰχόμενος φυγάς, δὲ νέκυς ὤν,
δὲ τραῦμα φέρων, δὲ λισσόμενος,
θανάτου προβολάν·
ὑπὸ σκότον δʼ ἐφεύγομεν·
νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ.
1490 ἔμολε δʼ τάλαινʼ Ἑρμιόνα δόμους
1490 ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός,
νιν ἔτεκεν τλάμων.
ἄθυρσοι δʼ
οἷά νιν δραμόντε Βάκχαι
σκύμνον ἐν χεροῖν ὀρείαν
ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν
ἐπὶ σφαγὰν ἔτεινον· δʼ
ἐκ θαλάμων
1495 ἐγένετο διαπρὸ δωμάτων
ἄφαντος, Ζεῦ καὶ γᾶ
καὶ φῶς καὶ νύξ,
ἤτοι φαρμάκοισιν
μάγων τέχναις θεῶν κλοπαῖς.
τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα-
πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
1500 πολύπονα δὲ πολύπονα πάθεα
Μενέλεως ἀνασχόμενος ἀνόνητον -
πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
Χορός
καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
1505 βαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί.
Ὀρέστης
ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
Φρύξ
προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ὀρέστης
οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.
Φρύξ
πανταχοῦ ζῆν ἡδὺ μᾶλλον θανεῖν τοῖς σώφροσιν.
Ὀρέστης
1510 οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
Φρύξ
σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
Ὀρέστης
ἐνδίκως Τυνδάρειος ἆρα παῖς διώλετο;
Φρύξ
ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
Ὀρέστης
δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
Φρύξ
1515 οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;
Ὀρέστης
ὄμοσονεἰ δὲ μή, κτενῶ σεμὴ λέγειν ἐμὴν χάριν.
Φρύξ
τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
Ὀρέστης
ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ
ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης
1520 μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;
Φρύξ
μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
Ὀρέστης
δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
Φρύξ
πᾶς ἀνήρ, κἂν δοῦλος τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης
εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.
Φρύξ
1525 οὐκ ἄρα κτενεῖς με;
1525 ἀφεῖσαι.
1525 καλὸν ἔπος λέγεις τόδε.
Ὀρέστης
ἀλλὰ μεταβουλευσόμεσθα.
τοῦτο δʼ οὐ καλῶς λέγεις.
μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·
οὔτε γὰρ γυνὴ πέφυκαςοὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·
1530 ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
1535 σύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up