First Episode
Χορός
ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
210 οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.
Ὀρέστης
φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθεςἐν δέοντί γε.
πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
215 πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
220 στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.
Ἠλέκτρα
ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
225 βοστρύχων πινῶδες ἄθλιον κάρα,
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα
ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
230 ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.
Ὀρέστης
αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα
κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης
235 μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει.
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
Ἠλέκτρα
ἄκουε δὴ νῦν, κασίγνητον κάρα,
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ὀρέστης
λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
240 εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν.
Ἠλέκτρα
Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.
Ὀρέστης
πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ἠλέκτρα
245 ἥκειτὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
Ὀρέστης
εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ἠλέκτρα
ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
250 γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.
Ὀρέστης
σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
Ἠλέκτρα
οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται,
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
Ὀρέστης
255 μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.
Ἠλέκτρα
μένʼ, ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.
Ὀρέστης
260 Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
Ἠλέκτρα
οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
Ὀρέστης
μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων
265 μέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.
Ἠλέκτρα
οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω,
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;
Ὀρέστης
δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς,
270 εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
·
275 τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα
πτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.
ἔα·
τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων;
ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
280 σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων;
αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ
285 μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,
ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον,
τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ.
οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα
ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών,
290 πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
ἐγώ θʼ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.
καὶ νῦν ἀνακάλυπτʼ, κασιγνήτη, κάρα,
295 ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως
ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς,
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς,
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
300 ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
ἀλλʼ, τάλαινα, βᾶσα δωμάτων ἔσω
ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.
εἰ γὰρ προλείψεις προσεδρείᾳ νόσον
305 κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.
Ἠλέκτρα
οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
310 ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων
ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.
κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
315 κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up