Exodos
Χορός
ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
1550 ὀξύπουν, ᾐσθημένον που τὴν τύχην νῦν πάρα.
οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ
πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενέλαος
ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
1555 δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ.
ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
1560 τεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν
ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴν
1565 λάβωμεν, δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
1570 ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος
ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,
1575 ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
Ὀρέστης
πότερον ἐρωτᾶν κλύειν ἐμοῦ θέλεις;
Μενέλαος
οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν.
Ὀρέστης
μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν.
Μενέλαος
Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ὀρέστης
1580 εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
Μενέλαος
ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;
Ὀρέστης
λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον
Μενέλαος
τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης
τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος
1585 ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
Ὀρέστης
θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος
μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ὀρέστης
πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενέλαος
οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης
1590 οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
Μενέλαος
καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ὀρέστης
φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.
Μενέλαος
ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ὀρέστης
οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους.
Μενέλαος
1595 γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
Ὀρέστης
ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί.
Μενέλαος
κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Ὀρέστης
ἔσται τάδε.
, μηδαμῶς δράσῃς τάδε.
σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.
Μενέλαος
1600 γὰρ δίκαιον ζῆν σε;
1600 καὶ κρατεῖν γε γῆς.
ποίας;
ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
εὖ γοῦν θίγοις ἂν χερνίβων
τί δὴ γὰρ οὔ;
καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
σὺ δʼ ἂν καλῶς;
ἁγνὸς γάρ εἰμι χεῖρας.
ἀλλʼ οὐ τὰς φρένας.
1605 τίς δʼ ἂν προσείποι σέ;
1605 ὅστις ἐστὶ φιλοπάτωρ.
ὅστις δὲ τιμᾷ μητέρα;
εὐδαίμων ἔφυ.
οὔκουν σύ γε.
οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
ἄπαιρε θυγατρὸς φάσγανον.
ψευδὴς ἔφυς.
ἀλλὰ κτενεῖς μου θυγατέρα;
οὐ ψευδὴς ἔτʼ εἶ.
1610 οἴμοι, τί δράσω;
1610 πεῖθʼ ἐς Ἀργείους μολὼν
πειθὼ τίνα;
ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
παῖδά μου φονεύσετε;
ὧδʼ ἔχει τάδε.
τλῆμον Ἑλένη
τἀμὰ δʼ οὐχὶ τλήμονα;
σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν
εἰ γὰρ τόδʼ ἦν.
1615 πόνους πονήσας μυρίους.
1615 πλήν γʼ εἰς ἐμέ.
πέπονθα δεινά.
τότε γὰρ ἦσθʼ ἀνωφελής.
ἔχεις με.
σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
Ὀρέστης
ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·
σύ τʼ, φίλων μοι τῶν ἐμῶν σαφέστατε,
1620 Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
Μενέλαος
γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Ἀπόλλων
1625 Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον·
Φοῖβός σʼ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ·
σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ,
Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους.
Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
1630 ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,
ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς,
σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.
1635 Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
1640 Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,
θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών,
Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους
1645 Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
Ἀζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν.
ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
δίκην ὑπόσχες αἵματος μητροκτόνου
1650 Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.
ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται
1655 Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας,
δός· δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
1660 Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός,
φερνὰς ἔχων δάμαρτος, σε μυρίοις
πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.
τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς,
1665 ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.
Ὀρέστης
Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος.
καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύων
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
1670 ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς,
καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ.
Μενέλαος
Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε
θεῶν κατοικήσασαν ὄλβιον δόμον.
1675 Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ,
Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς
γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.
Ἀπόλλων
χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
νείκας τε διαλύεσθε.
πείθεσθαι χρεών.
Ὀρέστης
1680 κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
Ἀπόλλων
ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην
θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼ
Ἑλένην Δίοις μελάθροις πελάσω,
1685 λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ Ἡρακλέους
Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
1690 ναύταις μεδέουσα θαλάσσης.
Χορός
μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up