Second Stasimon
ὄρνις, παρὰ πετρίνας
1090 πόντου δειράδας, ἀλκυών,
ἔλεγον οἶτον ἀείδεις,
εὐξύνετον ξυνετοῖς βοάν,
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
ἐγώ σοι παραβάλλομαι
1095 θρήνους, ἄπτερος ὅρνις,
ποθοῦσʼ Ἑλλάνων ἀγόρους,
ποθοῦσʼ Ἄρτεμιν λοχίαν,
παρὰ Κύνθιον ὄχθον οἰ-
κεῖ φοίνικά θʼ ἁβροκόμαν
1100 δάφναν τʼ εὐερνέα καὶ
γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
ας, Λατοῦς ὠδῖνα φίλαν,
λίμναν θʼ εἱλίσσουσαν ὕδωρ
κύκλιον, ἔνθα κύκνος μελῳ-
1105 δὸς Μούσας θεραπεύει.
πολλαὶ δακρύων λιβάδες,
αἳ παρηίδας εἰς ἐμὰς
ἔπεσον, ἁνίκα πύργων
ὀλομένων ἐν ναυσὶν ἔβαν
1110 πολεμίων ἐρετμοῖσι καὶ λόγχαις.
ζαχρύσου δὲ διʼ ἐμπολᾶς
νόστον βάρβαρον ἦλθον,
ἔνθα τᾶς ἐλαφοκτόνου
θεᾶς ἀμφίπολον κόραν
1115 παῖδʼ Ἀγαμεμνονίαν λατρεύ-
ω βωμούς τʼ οὐ μηλοθύτας,
ζηλοῦσʼ ἄταν διὰ παν-
τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ-
καις οὐ κάμνεις σύντροφος ὤν.
1120 μεταβάλλει δυσδαιμονία·
τὸ δὲ μετʼ εὐτυχίας κακοῦ-
σθαι θνατοῖς βαρὺς αἰών.
καὶ σὲ μέν, πότνιʼ, Ἀργεία
πεντηκόντορος οἶκον ἄξει·
1125 συρίζων θʼ κηροδέτας
κάλαμος οὐρείου Πανὸς
κώπαις ἐπιθωΰξει,
Φοῖβός θʼ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
1130 ἀείδων ἄξει λιπαρὰν
εὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν.
ἐμὲ δʼ αὐτοῦ λιποῦσα
βήσῃ ῥοθίοισι πλάταις·
ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν -
1135 πὲρ στόλον ἐκπετάσουσι πόδα
ναὸς ὠκυπόμπου.
λαμπροὺς ἱπποδρόμους βαίην,
ἔνθʼ εὐάλιον ἔρχεται πῦρ·
1140 οἰκείων δʼ ὑπὲρ θαλάμων
πτέρυγας ἐν νώτοις ἁμοῖς
λήξαιμι θοάζουσα·
χοροῖς δʼ ἑσταίην, ὅθι καὶ
παρθένος, εὐδοκίμων γάμων,
1145 παρὰ πόδʼ εἱλίσσουσα φίλας
ματρὸς ἡλίκων θιάσους,
χαρίτων εἰς ἁμίλλας,
χαίτας ἁβρόπλουτον ἔριν,
ὀρνυμένα, πολυποίκιλα φάρεα
1150 καὶ πλοκάμους περιβαλλομένα
γένυσιν ἐσκίαζον.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up