First Stasimon
κυάνεαι κυάνεαι
σύνοδοι θαλάσσας, ἵνʼ οἶ-
στρος πετόμενος Ἀργόθεν -
395 ξενον ἐπʼ οἶδμα διεπέρασεν
Ἀσιήτιδα γαῖαν
Εὐρώπας διαμείψας.
τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοα
400 λιπόντες Εὐρώταν
ῥεύματα σεμνὰ Δίρκας
ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ
δίᾳ τέγγει
405 βωμοὺς καὶ περικίονας
ναοὺς αἷμα βρότειον;
ῥοθίοις εἰλατίνας
δικρότοισι κώπας ἔπλευ-
σαν ἐπὶ πόντια κύματα, νά-
410 ιον ὄχημα λινοπόροις αὔραις,
φιλόπλουτον ἅμιλλαν
αὔξοντες μελάθροισιν;
φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶν
415 ἄπληστος ἀνθρώποις, ὄλ-
βου βάρος οἳ φέρονται
πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες,
κοινᾷ δόξᾳ·
γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ-
420 βου, τοῖς δʼ ἐς μέσον ἥκει.
πῶς πέτρας τὰς συνδρομάδας,
πῶς Φινεϊδᾶν ἀΰ-
πνους ἀκτὰς ἐπέρασαν
παρʼ ἅλιον
425 αἰγιαλὸν ἐπʼ Ἀμφιτρί-
τας ῥοθίῳ δραμόντες,
ὅπου πεντήκοντα κορᾶν
Νηρῄδων χοροὶ
μέλπουσιν ἐγκύκλιοι,
430 πλησιστίοισι πνοαῖς
συριζόντων κατὰ πρύμναν
εὐναίων πηδαλίων
αὔραις σὺν νοτίαις
πνεύμασι Ζεφύρου,
435 τὰν πολυόρνιθον ἐπʼ αἶ-
αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-
ος δρόμους καλλισταδίους,
ἄξεινον κατὰ πόντον;
εἴθʼ εὐχαῖσιν δεσποσύνοις
Λήδας Ἑλένα φίλα
440 παῖς ἐλθοῦσα τύχοι τὰν
Τρῳάδα λι-
ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί-
τᾳ δρόσον αἱματηρὰν
ἑλιχθεῖσα λαιμοτόμῳ
445 δεσποίνας χειρὶ θάνοι
ποινὰς δοῦσʼ ἀντιπάλους.
ἁδίσταν δʼ ἀγγελίαν
δεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶς
πλωτήρων εἴ τις ἔβα,
450 δουλείας ἐμέθεν
δειλαίας παυσίπονος·
κἀν γὰρ ὀνείροισι συνεί-
ην δόμοις πόλει τε πατρῴ-
, τερπνῶν ὕπνων ἀπόλαυ-
455 σιν, κοινὰν χάριν ὄλβου.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up