Fourth Episode
Ἠλέκτρα
880 καλλίνικε, πατρὸς ἐκ νικηφόρου
γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης,
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν
885 Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
σύ τʼ, παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου
παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος
ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.
Ὀρέστης
890 θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον
τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.
ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν
Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε
895 προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,
σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
δοῦλος, πάροιθε δεσπότης κεκλημένος.
Ἠλέκτρα
900 αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.
Ὀρέστης
τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.
Ἠλέκτρα
νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
Ὀρέστης
οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ἠλέκτρα
δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
Ὀρέστης
905 λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ
νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
Ἠλέκτρα
εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον
910 θρυλοῦσʼ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι
ἐκεῖνʼ σε ζῶντʼ ἤθελον λέξαι κακά.
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
915 καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,
κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες
στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας
ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν
920 γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του
κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.
925 ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·
ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,
μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.
ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
930 πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε·
τῆς γυναικόςοὐχὶ τἀνδρὸς γυνή.
καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων
γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
935 οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
940 τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·
δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
945 δʼ ἐς γυναῖκαςπαρθένῳ γὰρ οὐ καλὸν
λέγεινσιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις
μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
950 τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν
μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς,
955 νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας
γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
Χορός
ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ
καὶ τῷδʼ· ἔχει γὰρ Δίκη μέγα σθένος.
Ἠλέκτρα
εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν
960 σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ
μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.
Ὀρέστης
ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
Ἠλέκτρα
τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;
Ὀρέστης
οὔκ, ἀλλὰ τὴν τεκοῦσαν μʼ ἐγείνατο.
Ἠλέκτρα
965 καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται
καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.
Ὀρέστης
τί δῆτα δρῶμεν; μητέρʼ φονεύσομεν;
Ἠλέκτρα
μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
Ὀρέστης
φεῦ·
πῶς γὰρ κτάνω νιν, μʼ ἔθρεψε κἄτεκεν;
Ἠλέκτρα
970 ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
Ὀρέστης
Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας
Ἠλέκτρα
ὅπου δʼ Ἀπόλλων σκαιὸς , τίνες σοφοί;
Ὀρέστης
ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν.
Ἠλέκτρα
βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
Ὀρέστης
975 μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν.
Ἠλέκτρα
καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.
Ὀρέστης
ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας;
Ἠλέκτρα
τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;
Ὀρέστης
ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ;
Ἠλέκτρα
980 ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ.
Ὀρέστης
οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ἠλέκτρα
οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
Ὀρέστης
ἀλλʼ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον;
Ἠλέκτρα
καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
Ὀρέστης
985 ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος
καὶ δεινὰ δράσω γεεἰ θεοῖς δοκεῖ τάδε,
ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
Χορός
ἰώ,
βασίλεια γύναι χθονὸς Ἀργείας,
παῖ Τυνδάρεω,
990 καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
τιμὰς σωτῆρας ἔχοντες·
χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας
995 πλούτου μεγάλης τʼ εὐδαιμονίας.
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
καιρός. χαῖρʼ, βασίλεια.
Κλυταιμήστρα
ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς
λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.
1000 σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
Ἠλέκτρα
οὔκουν ἐγώδούλη γὰρ ἐκβεβλημένη
1005 δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
Κλυταιμήστρα
δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
Ἠλέκτρα
τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων,
ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
1010 ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.
Κλυταιμήστρα
τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴ
γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
1015 ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
οὐχ ὥστε θνῄσκειν, οὐδʼ γειναίμην ἐγώ.
1020 κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς
λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
1025 δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα,
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν·
νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν τʼ αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
1030 ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν·
ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην
λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
1035 μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·
ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.
κἄπειτʼ ἐν ἡμῖν ψόγος λαμπρύνεται,
1040 οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς.
εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν
1045 κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;
ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,
1050 ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
Χορός
δίκαιʼ ἔλεξας· δίκη δʼ αἰσχρῶς ἔχει.
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
ἥτις φρενήρης· δὲ μὴ δοκεῖ τάδε,
οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
Ἠλέκτρα
1055 μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
Κλυταιμήστρα
καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
Ἠλέκτρα
ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς;
Κλυταιμήστρα
οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.
Ἠλέκτρα
1060 λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου·
εἴθʼ εἶχες, τεκοῦσα, βελτίους φρένας.
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,
ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
1065 μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο,
σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν
ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
1070 νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου,
ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
1075 φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.
μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα,
Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
1080 καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·
ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·
Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης
ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
1085 παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.
εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,
ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει
1090 τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται
φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ
1095 καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·
εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
ὅστις δὲ πλοῦτον εὐγένειαν εἰσιδὼν
γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ
μεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη.
Χορός
1100 τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,
τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.
Κλυταιμήστρα
παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·
ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων,
οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
1105 συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
1110 ὡς μᾶλλον χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν.
Ἠλέκτρα
ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς
πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν;
Κλυταιμήστρα
δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.
1115 πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.
Ἠλέκτρα
τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλυταιμήστρα
τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
Ἠλέκτρα
ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
Κλυταιμήστρα
καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
Ἠλέκτρα
1120 φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
Κλυταιμήστρα
ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ἠλέκτρα
σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.
Κλυταιμήστρα
παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
Ἠλέκτρα
ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
1125 τούτων ὕπερ μοι θῦσονοὐ γὰρ οἶδʼ ἐγώ
δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·
τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.
Κλυταιμήστρα
ἄλλης τόδʼ ἔργον, σʼ ἔλυσεν ἐκ τόκων.
Ἠλέκτρα
αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.
Κλυταιμήστρα
1130 οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
Ἠλέκτρα
πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
Κλυταιμήστρα
ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν
τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ
1135 νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες,
φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με
δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,
πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
Ἠλέκτρα
χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
1140 μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
1145 ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up