Parodos
σύντεινʼ — ὥραποδὸς ὁρμάν· ,
ἔμβα, ἔμβα κατακλαίουσα·
ἰώ μοί μοι.
115 ἐγενόμαν Ἀγαμέμνονος
καί μʼ ἔτεκεν Κλυταιμήστρα
στυγνὰ Τυνδάρεω κόρα,
κικλήσκουσι δέ μʼ ἀθλίαν
Ἠλέκτραν πολιῆται.
120 φεῦ φεῦ σχετλίων πόνων
καὶ στυγερᾶς ζόας.
πάτερ, σὺ δʼ ἐν Ἀΐδα
κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
Αἰγίσθου τʼ, Ἀγάμεμνον.
Ἠλέκτρα
125 ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
ἄναγε πολύδακρυν ἁδονάν.
σύντεινʼ — ὥραποδὸς ὁρμάν· ,
ἔμβα, ἔμβα, κατακλαίουσα·
ἰώ μοί μοι.
130 τίνα πόλιν, τίνα δʼ οἶκον,
τλᾶμον σύγγονʼ, ἀλατεύεις
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
πατρῴοις ἐπὶ συμφοραῖς
ἀλγίσταισιν ἀδελφάν;
135 ἔλθοις τῶνδε πόνων ἐμοὶ
τᾷ μελέᾳ λυτήρ,
Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων
ἐχθίστων ἐπίκουρος, Ἄρ-
γει κέλσας πόδʼ ἀλάταν.
140 θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς -
λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους
ἐπορθροβοάσω,
ἰαχάν, Ἀΐδα μέλος,
Ἀΐδα, πάτερ, σοι
κατὰ γᾶς ἐνέπω γόους
145 οἷς ἀεὶ τὸ κατʼ ἦμαρ
διέπομαι, κατὰ μὲν φίλαν
ὄνυχι τεμνομένα δέραν
χέρα τε κρᾶτʼ ἐπὶ κούριμον
τιθεμένα θανάτῳ σῷ.
150 αἶ αἶ, δρύπτε κάρα·
οἷα δέ τις κύκνος ἀχέτας
ποταμίοις παρὰ χεύμασιν
πατέρα φίλτατον καλεῖ,
ὀλόμενον δολίοις βρόχων
155 ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
πάτερ, ἐγὼ κατακλαίομαι,
λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ
κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
ἰώ μοι, ἰώ μοι
160 πικρᾶς μὲν πελέκεως τομᾶς
σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ
Τροΐας ὁδίου βουλᾶς·
οὐ μίτραισι γυνή σε
δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,
ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν
165 Αἰγίσθου λώβαν θεμένα
δόλιον ἔσχεν ἀκοίταν.
Ἀγαμέμνονος κόρα,
ἤλυθον, Ἠλέκτρα, ποτὶ
σὰν ἀγρότειραν αὐλάν.
170 ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
170 Μυκηναῖος ὀρειβάτας·
ἀγγέλλει δʼ ὅτι νῦν τριταί-
αν καρύσσουσιν θυσίαν
Ἀργεῖοι, πᾶσαι δὲ παρʼ -
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
175 οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,
θυμὸν οὐδʼ ἐπὶ χρυσέοις
ὅρμοις ἐκπεπόταμαι
τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς
Ἀργείαις ἅμα νύμφαις
180 εἱλικτὸν κρούσω πόδʼ ἐμόν.
δάκρυσι νυχεύ-
ω, δακρύων δέ μοι μέλει
δειλαίᾳ τὸ κατʼ ἦμαρ.
σκέψαι μου πιναρὰν κόμαν
185 καὶ τρύχη τάδʼ ἐμῶν πέπλων,
εἰ πρέποντʼ Ἀγαμέμνονος
κούρᾳ ʼσται βασιλείᾳ
τᾷ Τροίᾳ θʼ, ʼμοῦ πατέρος
μέμναταί ποθʼ ἁλοῦσα.
190 μεγάλα θεός· ἀλλʼ ἴθι,
καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-
πηνα φάρεα δῦναι,
χρύσεά τεχαρίσαιπροσθήματʼ ἀγλαΐας.
δοκεῖς τοῖσι σοῖς δακρύοις
μὴ τιμῶσα θεούς, κρατή-
195 σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,
ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-
ζουσʼ ἕξεις εὐαμερίαν, παῖ.
οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
τᾶς δυσδαίμονος, οὐ παλαι-
200 ῶν πατρὸς σφαγιασμῶν.
οἴμοι τοῦ καταφθιμένου
τοῦ τε ζῶντος ἀλάτα,
ὅς που γᾶν ἄλλαν κατέχει,
μέλεος ἀλαί-
205 νων ποτὶ θῆσσαν ἑστίαν,
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
αὐτὰ δʼ ἐν χερνῆσι δόμοις
ναίω ψυχὰν τακομένα
δωμάτων πατρίων φυγάς,
210 οὐρείας ἀνʼ ἐρίπνας.
μάτηρ δʼ ἐν λέκτροις φονίοις
ἄλλῳ σύγγαμος οἰκεῖ.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up