Second Episode
Πρέσβυς
ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,
Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;
ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει
490 ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
θύγατερἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
495 ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε
στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα,
παλαιόν τε θησαύρισμα Διονύσου τόδε
ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν
ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ.
500 ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους·
ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
Ἠλέκτρα
τί δʼ, γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;
μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά;
505 τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων
ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;
Πρέσβυς
ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην.
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ
510 καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών,
σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας.
πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ
σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν
515 ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
κἀθαύμασʼ, παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη
πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ,
μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.
520 σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν πατρός,
τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.
Ἠλέκτρα
οὐκ ἄξιʼ ἀνδρός, γέρον, σοφοῦ λέγεις,
525 εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.
530 πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρέσβυς
σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν
εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.
Ἠλέκτρα
πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ
535 γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε,
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος
ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.
Πρέσβυς
οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,
κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,
540 ἐν ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
Ἠλέκτρα
οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,
νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;
545 ἀλλʼ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
ἐκείρατʼ, τῆσδε σκοποὺς λαβὼν χθονὸς
Πρέσβυς
οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
Ἠλέκτρα
οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρέσβυς
550 ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.
Ὀρέστης
χαῖρʼ, γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
Ἠλέκτρα
555 οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ξένε.
Ὀρέστης
τί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ἠλέκτρα
ὅδʼ ἔσθʼ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι.
Ὀρέστης
ἔα·
τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
λαμπρὸν χαρακτῆρʼ; προσεικάζει μέ τῳ;
Ἠλέκτρα
560 ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων.
Ὀρέστης
φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ἠλέκτρα
καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε.
Πρέσβυς
πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ἠλέκτρα
τί τῶν ἀπόντων τί τῶν ὄντων πέρι;
Πρέσβυς
565 λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
Ἠλέκτρα
ἰδού· καλῶ θεούς. τί δὴ λέγεις, γέρον;
Πρέσβυς
βλέψον νυν ἐς τόνδʼ, τέκνον, τὸν φίλτατον.
Ἠλέκτρα
πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς.
Πρέσβυς
οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων;
Ἠλέκτρα
570 πῶς εἶπας, γεραίʼ, ἀνέλπιστον λόγον;
Πρέσβυς
ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ἠλέκτρα
ποῖον χαρακτῆρʼ εἰσιδών, πείσομαι;
Πρέσβυς
οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις
νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών.
Ἠλέκτρα
575 πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.
Πρέσβυς
ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ἠλέκτρα
ἀλλʼ οὐκέτʼ, γεραιέ· συμβόλοισι γὰρ
τοῖς σοῖς πέπεισμαι θυμόν. — χρόνῳ φανείς,
ἔχω σʼ ἀέλπτως
κἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ.
580 οὐδέποτε δόξασα.
580 οὐδʼ ἐγὼ γὰρ ἤλπισα.
ἐκεῖνος εἶ σύ;
σύμμαχός γέ σοι μόνος.
Ὀρέστης
ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον
πέποιθα δʼ· χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς,
εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.
Χορός
585 ἔμολες ἔμολες, , χρόνιος ἁμέρα,
κατέλαμψας, ἔδειξας ἐμφανῆ
πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ
πατρίων ἀπὸ δωμάτων τάλας
ἀλαίνων ἔβα.
590 θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
νίκαν, φίλα.
ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
ἐς θεούς, τύχᾳ σοι τύχᾳ
595 κασίγνητον ἐμβατεῦσαι πόλιν.
Ὀρέστης
εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δʼ, γεραιέκαίριος γὰρ ἤλυθες
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
600 μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;
ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων;
πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι;
τῷ ξυγγένωμαι; νύχιος καθʼ ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς;
Πρέσβυς
605 τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων,
610 ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ,
πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ὀρέστης
τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;
Πρέσβυς
κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ὀρέστης
ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
Πρέσβυς
615 τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.
Ὀρέστης
φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρέσβυς
ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ὀρέστης
εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρέσβυς
κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
Ὀρέστης
620 ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.
Πρέσβυς
Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
Ὀρέστης
προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρέσβυς
ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.
Ὀρέστης
τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
Πρέσβυς
625 Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.
Ὀρέστης
τροφεῖα παίδων πρὸ μέλλοντος τόκου;
Πρέσβυς
οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης
πόσων μετʼ ἀνδρῶν; μόνος δμώων μέτα;
Πρέσβυς
οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ὀρέστης
630 οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
Πρέσβυς
δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
Ὀρέστης
ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρέσβυς
δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ὀρέστης
πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
Πρέσβυς
635 στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
Ὀρέστης
ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;
Πρέσβυς
ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ὀρέστης
πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.
Πρέσβυς
τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ὀρέστης
640 καλῶς ἔλεξας. — τεκοῦσα δʼ ἐστὶ ποῦ;
Πρέσβυς
Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.
Ὀρέστης
τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;
Πρέσβυς
ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ὀρέστης
ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρέσβυς
645 τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
Ὀρέστης
πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ;
Ἠλέκτρα
ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
Ὀρέστης
καὶ μὴν ἐκεῖνά γʼ τύχη θήσει καλῶς.
Ἠλέκτρα
ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
Πρέσβυς
650 ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
Ἠλέκτρα
λέγʼ, γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·
λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ.
Πρέσβυς
πότερα πάλαι τεκοῦσαν νεωστὶ δή;
Ἠλέκτρα
δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
Πρέσβυς
655 καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
Ἠλέκτρα
ἥξει κλύουσα λόχιά μου νοσήματα.
Πρέσβυς
πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
Ἠλέκτρα
ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.
Πρέσβυς
ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
Ἠλέκτρα
660 ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
Πρέσβυς
καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.
Ἠλέκτρα
οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;
Πρέσβυς
εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.
Ἠλέκτρα
πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον
Πρέσβυς
665 Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
Ἠλέκτρα
ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.
Πρέσβυς
ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ἠλέκτρα
σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
Ὀρέστης
στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.
Πρέσβυς
670 καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.
Ὀρέστης
Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ
Ἠλέκτρα
οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν
Πρέσβυς
οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
Ἠλέκτρα
Ἥρα τε, βωμῶν Μυκηναίων κρατεῖς
Ὀρέστης
675 νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.
Πρέσβυς
δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
Ὀρέστης
σύ τʼ, κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ
Ἠλέκτρα
καὶ Γαῖʼ ἄνασσα, χεῖρας δίδωμʼ ἐμὰς
Πρέσβυς
ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
Ὀρέστης
680 νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.
Ἠλέκτρα
οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ
ἤκουσας, δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;
Πρέσβυς
χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.
Ἠλέκτρα
685 καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν·
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·
παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι.
690 ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,
ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου
τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω.
Ὀρέστης
πάντʼ οἶδα.
πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.
Ἠλέκτρα
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
695 κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ
πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ.
οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up