Αὐτουργός
ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,
ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη
ἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ.
κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ
5
Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,
ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ
ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι
θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
10
καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει,
15
ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος,
τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν
Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
20
ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος,
μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι
Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις
Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.
25
ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων,
μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,
30
παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ.
ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο
Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ,
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
35
δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι·
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται —
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
40
εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ,
εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε.
ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις —
ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή.
45
αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ
ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν
γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
50
ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν
νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
Ἠλέκτρα
ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
55
ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ
φέρουσα πηγὰς ποταμίας μετέρχομαι —
οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη,
ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς —
γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.
60
ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει·
τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα
πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων —
Αὐτουργός
τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν
65
πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
Ἠλέκτρα
ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
70
ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις
τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν
75
ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ
θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
Αὐτουργός
εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω
πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ
βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
80
ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.
Ὀρέστης
Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί·
μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων,
85
πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών,
ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος
μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων
Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
90
νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην
πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου,
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
95
δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ
ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·
100
ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν
λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.
νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —
ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
105
φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα
110
δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος
ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
Tap any Greek word to look it up