Third Episode
Χορός
φίλαι, βοῆς ἠκούσατʼ — δοκὼ κενὴ
ἔα ἔα·
ὑπῆλθέ μʼ; — ὥστε νερτέρα βροντὴ Διός;
ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται·
750 δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε.
Ἠλέκτρα
φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
Χορός
οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
Ἠλέκτρα
ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως.
Χορός
μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
Ἠλέκτρα
755 Ἀργεῖος στεναγμός· φίλων ἐμῶν;
Χορός
οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
Ἠλέκτρα
σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;
Χορός
ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.
Ἠλέκτρα
οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
Χορός
760 ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
Ἄγγελος
καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
Ἠλέκτρα
765 τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
Ἄγγελος
οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;
Ἠλέκτρα
φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
Ἄγγελος
770 τέθνηκε· δίς σοι ταὔθʼ, γοῦν βούλῃ, λέγω.
Ἠλέκτρα
θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.
ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
Ἄγγελος
ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,
775 ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθʼ ἦν κλεινὸς τῶν Μυκηναίων ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ξένοι· τίνες
780 πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός;
δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν
θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.
κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·
νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
785 θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶςοὐδʼ ἀπαρνεῖσθαι χρεών·
790 ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·
λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
795 εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
800 οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ,
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας
λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·
805 νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς
λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς
τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,
810 λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
815 Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
820 ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,
Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν δρομεὺς
825 δισσοὺς διαύλους ἱππίους διήνυσε,
κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
830 χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·
τί χρῆμʼ ἀθυμεῖς; — ξένʼ, ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,
835 πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
840 ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
845 πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο
ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς
ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
850 τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,
πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα
855 χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,
ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος
πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up