First Episode
Χορός
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
Ἠλέκτρα
215 οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ὀρέστης
220 μένʼ, τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.
Ἠλέκτρα
Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.
Ὀρέστης
ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα
ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης
οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
Ἠλέκτρα
225 καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
Ὀρέστης
μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα
ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ὀρέστης
ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα
φίλτατʼ, ἆρα ζῶντος τεθνηκότος;
Ὀρέστης
230 ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.
Ἠλέκτρα
εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ὀρέστης
κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ἠλέκτρα
ποῦ γῆς τλήμων τλήμονας φυγὰς ἔχων;
Ὀρέστης
οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ἠλέκτρα
235 οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;
Ὀρέστης
ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ἠλέκτρα
λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;
Ὀρέστης
εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
Ἠλέκτρα
οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
Ὀρέστης
240 λύπαις γε συντετηκός, ὥστε με στένειν.
Ἠλέκτρα
καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ.
Ὀρέστης
δάκνει σʼ ἀδελφὸς τε θανὼν ἴσως πατήρ.
Ἠλέκτρα
οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;
Ὀρέστης
φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ἠλέκτρα
245 ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
Ὀρέστης
ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;
Ἠλέκτρα
ἐγημάμεσθʼ, ξεῖνε, θανάσιμον γάμον.
Ὀρέστης
ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ἠλέκτρα
οὐχ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.
Ὀρέστης
250 εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.
Ἠλέκτρα
ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.
Ὀρέστης
σκαφεύς τις βουφορβὸς ἄξιος δόμων.
Ἠλέκτρα
πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.
Ὀρέστης
δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
Ἠλέκτρα
255 οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
Ὀρέστης
ἅγνευμʼ ἔχων τι θεῖον σʼ ἀπαξιῶν;
Ἠλέκτρα
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ὀρέστης
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ἠλέκτρα
οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
Ὀρέστης
260 ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.
Ἠλέκτρα
τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
Ὀρέστης
φεῦ·
γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.
Ἠλέκτρα
εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους νῦν ἀπών.
Ὀρέστης
μήτηρ δέ σʼ τεκοῦσα ταῦτʼ ἠνέσχετο;
Ἠλέκτρα
265 γυναῖκες ἀνδρῶν, ξένʼ, οὐ παίδων φίλαι.
Ὀρέστης
τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;
Ἠλέκτρα
τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.
Ὀρέστης
ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
Ἠλέκτρα
τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.
Ὀρέστης
270 οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;
Ἠλέκτρα
οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.
Ὀρέστης
αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;
Ἠλέκτρα
ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.
Ὀρέστης
τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;
Ἠλέκτρα
275 ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
Ὀρέστης
ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
Ἠλέκτρα
τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.
Ὀρέστης
καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;
Ἠλέκτρα
ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
Ὀρέστης
280 λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;
Ἠλέκτρα
θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.
Ὀρέστης
φεῦ·
εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
Ἠλέκτρα
ἀλλʼ, ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
Ὀρέστης
νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.
Ἠλέκτρα
285 εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
Ὀρέστης
ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
Ἠλέκτρα
πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
Ὀρέστης
κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
Ἠλέκτρα
ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
Ὀρέστης
290 οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν
κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω
λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.
ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
295 σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
Χορός
κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
Ἠλέκτρα
300 λέγοιμʼ ἄν, εἰ χρήχρὴ δὲ πρὸς φίλον λέγειν
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
305 πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
310 ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
ἀναίνομαι δὲ Κάστορʼ, πρὶν ἐς θεοὺς
ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.
μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
315 θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες
δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας
μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,
320 ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί,
καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης
325 ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
330 ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς
παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.
ἀλλʼ, ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,
αἱ χεῖρες γλῶσσʼ ταλαίπωρός τε φρήν,
335 κάρα τʼ ἐμὸν ξυρῆκες, τʼ ἐκεῖνον τεκών.
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χορός
καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
340 λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
Αὐτουργός
ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας
προσῆλθον; ʼμοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
Ἠλέκτρα
345 φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·
τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.
ἀλλʼ, ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αὐτουργός
τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ἠλέκτρα
350 ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.
Αὐτουργός
καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ἠλέκτρα
ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.
Αὐτουργός
ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;
Ἠλέκτρα
σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αὐτουργός
355 οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
Ἠλέκτρα
ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
Αὐτουργός
οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.
360 αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
Ὀρέστης
πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
365 τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
Ἠλέκτρα
οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ὀρέστης
οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
φεῦ·
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
370 τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα,
λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
γνώμην τε μεγάλην ἐν πένητι σώματι.
πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
375 τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον
πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.
ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;
κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.
380 οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας
οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων
πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς
385 κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
390 ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
ἀλλʼ — ἄξιος γὰρ τε παρὼν τʼ οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν
δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης
395 εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
400 χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
Χορός
νῦν πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
μόλις προβαίνουσʼ τύχη σταίη καλῶς.
Ἠλέκτρα
τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
405 τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;
Αὐτουργός
τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;
Ἠλέκτρα
ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
410 ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων
ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.
415 ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.
οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,
εἰ ζῶντʼ Ὀρέστην τάλαινʼ αἴσθοιτʼ ἔτι.
Αὐτουργός
420 ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους
γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,
425 ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,
σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,
ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν
δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς
430 ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
πλούσιός τε χὡ πένης ἴσον φέρει.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up