Exodos
Χορός
ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτων
φαίνουσι τίνεςδαίμονες θεῶν
1235 τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼ
ἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰν
ὄψιν βαίνουσι βροτοῖσιν;
Διόσκουροι
Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
1240 Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς·
1245 Φοῖβός τε, Φοῖβοςἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός,
σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.
αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
πράσσειν Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.
Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
1250 σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν
τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν.
δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶ
τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.
ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
1255 πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,
1260 Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης,
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη
ψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς.
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
1265 ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.
1270 δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι
πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,
σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·
σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς
οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
1275 ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν
Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
1280 Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων
ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·
Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.
Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων
1285 Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω,
καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·
σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
1290 πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
Χορός
παῖδε Διός, θέμις ἐς φθογγὰς
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
Διόσκουροι
θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Ἠλέκτρα
1295 κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
Διόσκουροι
καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω
πρᾶξιν φονίαν.
Χορός
πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ
τῆς καπφθιμένης
1300 οὐκ ἠρκέσατον κῆρας μελάθροις;
Διόσκουροι
μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών,
Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.
Ἠλέκτρα
τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
Διόσκουροι
1305 κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
μία δʼ ἀμφοτέρους
ἄτη πατέρων διέκναισεν.
Ὀρέστης
σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
1310 καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος.
Διόσκουροι
πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
πόλιν Ἀργείων.
Ἠλέκτρα
καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
1315 γῆς πατρίας ὅρον ἐκλείπειν;
Ὀρέστης
ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς
καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον
μητρὸς ὑφέξω.
Διόσκουροι
θάρσει· Παλλάδος
1320 ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου.
Ἠλέκτρα
περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε·
διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
Ὀρέστης
1325 βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
Διόσκουροι
φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις
1330 οἶκτοι θνητῶν πολυμόχθων.
Ὀρέστης
οὐκέτι σʼ ὄψομαι.
Ἠλέκτρα
οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ὀρέστης
τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ἠλέκτρα
χαῖρε, πόλις·
1335 χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.
Ὀρέστης
πιστοτάτη, στείχεις ἤδη;
Ἠλέκτρα
στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
Ὀρέστης
1340 Πυλάδη, χαίρων ἴθι, νυμφεύου
δέμας Ἠλέκτρας.
Διόσκουροι
τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
1345 χειροδράκοντες χρῶτα κελαιναί,
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
διὰ δʼ αἰθερίας στείχοντε πλακὸς
1350 τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σῴζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
1355 μηδʼ ἐπιόρκων μέτα συμπλείτω·
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορός
χαίρετε· χαίρειν δʼ ὅστις δύναται
καὶ ξυντυχίᾳ μή τινι κάμνει
θνητῶν, εὐδαίμονα πράσσει.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up