Book 51
§1 εἰς ποῖον ἔτι χρόνον ἀναβάλλῃ τὸ τῶν βελτίστων ἀξιοῦν σεαυτὸν καὶ ἐν μηδενὶ παραβαίνειν τὸν διαιροῦντα λόγον; παρείληφας τὰ θεωρήματα, οἷς ἔδει σε συμβάλλειν, καὶ συμβέβληκας. ποῖον οὖν ἔτι διδάσκαλον προσδοκᾷς, ἵνα εἰς ἐκεῖνον ὑπερθῇ τὴν ἐπανόρθωσιν ποιῆσαι τὴν σεαυτοῦ; οὐκ ἔτι εἶ μειράκιον, ἀλλὰ ἀνὴρ ἤδη τέλειος. ἂν νῦν ἀμελήσῃς καὶ ῥᾳθυμήσῃς καὶ ἀεὶ προθέσεις ἐκ προθέσεως ποιῇ καὶ ἡμέρας ἄλλας ἐπʼ ἄλλαις ὁρίζῃς, μεθʼ ἃς προσέξεις σεαυτῷ, λήσεις σεαυτὸν οὐ προκόψας, ἀλλʼ ἰδιώτης διατελέσεις καὶ ζῶν καὶ ἀποθνῄσκων.
§2 ἤδη οὖν ἀξίωσον σεαυτὸν βιοῦν ὡς τέλειον καὶ προκόπτοντα· καὶ πᾶν τὸ βέλτιστον φαινόμενον ἔστω σοι νόμος ἀπαράβατος. κἂν ἐπίπονόν τι ἡδὺ ἔνδοξον ἄδοξον προσάγηται, μέμνησο, ὅτι νῦν ἀγὼν καὶ ἤδη πάρεστι τὰ Ὀλύμπια καὶ οὐκ ἔστιν ἀναβάλλεσθαι οὐκέτι καὶ ὅτι παρὰ μίαν ἡμέραν καὶ ἓν πρᾶγμα καὶ ἀπόλλυται προκοπὴ καὶ σῴζεται.
§3 Σωκράτης οὕτως ἀπετελέσθη, ἐπὶ πάντων τῶν προσαγομένων αὐτῷ μηδενὶ ἄλλῳ προσέχων τῷ λόγῳ. σὺ δὲ εἰ καὶ μήπω εἶ Σωκράτης, ὡς Σωκράτης γε εἶναι βουλόμενος ὀφείλεις βιοῦν.
Tap any Greek word to look it up
An open-access project
Schenkl 1916
Teubner
Schenkl, Teubner, 1916 · 1916
The Editor

Karl Schenkl (1827–1900) was an Austrian classical scholar and Professor at the Universities of Innsbruck, Graz, and Vienna. He produced Teubner editions of several Greek and Latin authors, including Epictetus. Schenkl was known for his careful manuscript collation and his contributions to the Corpus Scriptorum Ecclesiasticorum Latinorum (CSEL).

About This Edition

Schenkl's Teubner editions provide reliable critical texts based on systematic manuscript collation. His apparatus criticus is thorough, recording significant variants and scholarly conjectures. The editions reflect the high standards of Austro-German classical philology in the second half of the 19th century.

Tap any Greek word to look it up