Book 46
§1 μηδαμοῦ σεαυτὸν εἴπῃς φιλόσοφον μηδὲ λάλει τὸ πολὺ ἐν ἰδιώταις περὶ τῶν θεωρημάτων, ἀλλὰ ποίει τὸ ἀπὸ τῶν θεωρημάτων· οἷον ἐν συμποσίῳ μὴ λέγε, πῶς δεῖ ἐσθίειν, ἀλλʼ ἔσθιε, ὡς δεῖ. μέμνησο γάρ, ὅτι οὕτως ἀφῃρήκει πανταχόθεν Σωκράτης τὸ ἐπιδεικτικόν, ὥστε ἤρχοντο πρὸς αὐτὸν βουλόμενοι φιλοσόφοις ὑπʼ αὐτοῦ συσταθῆναι, κἀκεῖνος ἀπῆγεν αὐτούς.
§2 οὕτως ἠνείχετο παρορώμενος. κἂν περὶ θεωρήματός τινος ἐν ἰδιώταις ἐμπίπτῃ λόγος, σιώπα τὸ πολύ· μέγας γὰρ κίνδυνος εὐθὺς ἐξεμέσαι, οὐκ ἔπεψας. καὶ ὅταν εἴπῃ σοί τις, ὅτι οὐδὲν οἶσθα, καὶ σὺ μὴ δηχθῇς, τότε ἴσθι, ὅτι ἄρχῃ τοῦ ἔργου. ἐπεὶ καὶ τὰ πρόβατα οὐ χόρτον φέροντα τοῖς ποιμέσιν ἐπιδεικνύει πόσον, ἔφαγεν, ἀλλὰ τὴν νομὴν ἔσω πέψαντα ἔρια ἔξω φέρει καὶ γάλα· καὶ σὺ τοίνυν μὴ τὰ θεωρήματα τοῖς ἰδιώταις ἐπιδείκνυε, ἀλλʼ ἀπʼ αὐτῶν πεφθέντων τὰ ἔργα.
Tap any Greek word to look it up
An open-access project
Schenkl 1916
Teubner
Schenkl, Teubner, 1916 · 1916
The Editor

Karl Schenkl (1827–1900) was an Austrian classical scholar and Professor at the Universities of Innsbruck, Graz, and Vienna. He produced Teubner editions of several Greek and Latin authors, including Epictetus. Schenkl was known for his careful manuscript collation and his contributions to the Corpus Scriptorum Ecclesiasticorum Latinorum (CSEL).

About This Edition

Schenkl's Teubner editions provide reliable critical texts based on systematic manuscript collation. His apparatus criticus is thorough, recording significant variants and scholarly conjectures. The editions reflect the high standards of Austro-German classical philology in the second half of the 19th century.

Tap any Greek word to look it up