Book 25
§1 Προετιμήθη σού τις ἐν ἑστιάσει ἐν προσαγορεύσει ἐν τῷ παραληφθῆναι εἰς συμβουλίαν; εἰ μὲν ἀγαθὰ ταῦτά ἐστι, χαίρειν σε δεῖ, ὅτι ἔτυχεν αὐτῶν ἐκεῖνος· εἰ δὲ κακά, μὴ ἄχθου, ὅτι σὺ αὐτῶν οὐκ ἔτυχες· μέμνησο δέ, ὅτι οὐ δύνασαι μὴ ταὐτὰ ποιῶν πρὸς τὸ τυγχάνειν τῶν οὐκ ἐφʼ ἡμῖν τῶν ἴσων ἀξιοῦσθαι.
§2 πῶς γὰρ ἴσον ἔχειν δύναται μὴ φοιτῶν ἐπὶ θύρας τινὸς τῷ φοιτῶντι; μὴ παραπέμπων τῷ παραπέμποντι; μὴ ἐπαινῶν τῷ ἐπαινοῦντι, ἄδικος οὖν ἔσῃ καὶ ἄπληστος, εἰ μὴ προϊέμενος ταῦτα, ἀνθʼ ὧν ἐκεῖνα πιπράσκεται, προῖκα αὐτὰ βουλήσῃ λαμβάνειν.
§3 ἀλλὰ πόσου πιπράσκονται θρίδακες; ὀβολοῦ, ἂν οὕτω τύχῃ. ἂν οὖν τις προέμενος τὸν ὀβολὸν λάβῃ θρίδακας, σὺ δὲ μὴ προέμενος μὴ λάβῃς, μὴ οἴου ἔλαττον ἔχειν τοῦ λαβόντος. ὡς γὰρ ἐκεῖνος ἔχει θρίδακας, οὕτω σὺ τὸν ὀβολόν, ὃν οὐκ ἔδωκας.
§4 τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. οὐ παρεκλήθης ἐφʼ ἑστίασίν τινος; οὐ γὰρ ἔδωκας τῷ καλοῦντι, ὅσου πωλεῖ τὸ δεῖπνον. ἐπαίνου δʼ αὐτὸ πωλεῖ, θεραπείας πωλεῖ. δὸς οὖν τὸ διάφορον, εἰ σοι λυσιτελεῖ, ὅσου πωλεῖται. εἰ δὲ κἀκεῖνα θέλεις μὴ προΐεσθαι καὶ ταῦτα λαμβάνειν, ἄπληστος εἶ καὶ ἀβέλτερος.
§5 οὐδὲν οὖν ἔχεις ἀντὶ τοῦ δείπνου; ἔχεις μὲν οὖν τὸ μὴ ἐπαινέσαι τοῦτον, ὃν οὐκ ἤθελες, τὸ μὴ ἀνασχέσθαι αὐτοῦ τῶν ἐπὶ τῆς εἰσόδου.
Tap any Greek word to look it up
An open-access project
Schenkl 1916
Teubner
Schenkl, Teubner, 1916 · 1916
The Editor

Karl Schenkl (1827–1900) was an Austrian classical scholar and Professor at the Universities of Innsbruck, Graz, and Vienna. He produced Teubner editions of several Greek and Latin authors, including Epictetus. Schenkl was known for his careful manuscript collation and his contributions to the Corpus Scriptorum Ecclesiasticorum Latinorum (CSEL).

About This Edition

Schenkl's Teubner editions provide reliable critical texts based on systematic manuscript collation. His apparatus criticus is thorough, recording significant variants and scholarly conjectures. The editions reflect the high standards of Austro-German classical philology in the second half of the 19th century.

Tap any Greek word to look it up