Book 49
§1 ὅταν τις ἐπὶ τῷ νοεῖν καὶ ἐξηγεῖσθαι δύνασθαι τὰ Χρυσίππου βιβλία σεμνύνηται, λέγε αὐτὸς πρὸς ἑαυτὸν ὅτι εἰ μὴ Χρύσιππος ἀσαφῶς ἐγεγράφει, οὐδὲν ἂν εἶχεν οὗτος, ἐφʼ ἐσεμνύνετο. ἐγὼ δὲ τί βούλομαι; καταμαθεῖν τὴν φύσιν καὶ ταύτῃ ἕπεσθαι. ζητῶ οὖν, τίς ἐστιν ἐξηγούμενος· καὶ ἀκούσας, ὅτι Χρύσιππος, ἔρχομαι πρὸς αὐτόν. ἀλλʼ οὐ νοῶ τὰ γεγραμμένα· ζητῶ οὖν τὸν ἐξηγούμενον. καὶ μέχρι τούτων οὔπω σεμνὸν οὐδέν. ὅταν δὲ εὕρω τὸν ἐξηγούμενον, ἀπολείπεται χρῆσθαι τοῖς παρηγγελμένοις· τοῦτο αὐτὸ μόνον σεμνόν ἐστιν. ἂν δὲ αὐτὸ τοῦτο τὸ ἐξηγεῖσθαι θαυμάσω, τί ἄλλο γραμματικὸς ἀπετελέσθην ἀντὶ φιλοσόφου; πλήν γε δὴ ὅτι ἀντὶ Ὁμήρου Χρύσιππον ἐξηγούμενος. μᾶλλον οὖν, ὅταν τις εἴπῃ μοι ἐπανάγνωθί μοι Χρύσιππον, ἐρυθριῶ, ὅταν μὴ δύνωμαι ὅμοια τὰ ἔργα καὶ σύμφωνα ἐπιδεικνύειν τοῖς λόγοις.
Tap any Greek word to look it up
An open-access project
Schenkl 1916
Teubner
Schenkl, Teubner, 1916 · 1916
The Editor

Karl Schenkl (1827–1900) was an Austrian classical scholar and Professor at the Universities of Innsbruck, Graz, and Vienna. He produced Teubner editions of several Greek and Latin authors, including Epictetus. Schenkl was known for his careful manuscript collation and his contributions to the Corpus Scriptorum Ecclesiasticorum Latinorum (CSEL).

About This Edition

Schenkl's Teubner editions provide reliable critical texts based on systematic manuscript collation. His apparatus criticus is thorough, recording significant variants and scholarly conjectures. The editions reflect the high standards of Austro-German classical philology in the second half of the 19th century.

Tap any Greek word to look it up