Book 4
§1 ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῷ Εὐξείνῳ χωρίον οὕτω καλούμενον, καί τι καὶ Ἀθηνᾶς ἱερόν ἐστιν αὐτόθι Ἑλληνικόν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τοῦτο τῷ χωρίῳ. καὶ φρούριόν τι ἐστὶν ἠμελημένον.
§2 δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὖ τοῦ εὔρου· σῴζοιτο δʼ ἂν καὶ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλʼ οὐ τοῦ γε ἀπαρκτίου οὐδὲ τοῦ θρᾳσκίου μὲν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου.
§3 ἐς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατεῖχον, καὶ πνεῦμα οὐ τὸ αὐτὸ ἔτι, ἀλλʼ ἐς νότον μεθειστήκει, καὶ διʼ ὀλίγου ἀπὸ τοῦ νότου ἐς λίβα ἄνεμον, καὶ ταῖς ναυσὶν οὐκέτι ἀσφαλὴς ὅρμος ἦν.
§4 πρὶν οὖν παντάπασιν ἀγριωθῆναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθῆναι δέξασθαι ἐδύναντο, ταύτας αὐτοῦ ἐνεωλκήσαμεν, πλὴν τῆς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορμοῦσα ἀσφαλῶς ἐσάλευεν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up