Book 19
§1 καὶ πόλιν τοῦ Βοσπόρου Παντικάπαιον τεσσαράκοντα καὶ πεντακόσιοι. ἐνθένδε ἐπὶ Τάναϊν ποταμὸν ἑξήκοντα, ὃς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην. καὶ ὁρμᾶται μὲν ἀπὸ λίμνης τῆς Μαιώτιδος, ἐσβάλλει δὲ ἐς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου. καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον
§2 τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι. ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον· τῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδʼ Ἀσίας τέρμονα Φᾶσιν. τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται
§3 σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους. ἀπὸ δὲ Παντικαπαίου ἐς κώμην Καζέκα ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι εἴκοσι καὶ τετρακόσιοι. ἐνθένδε ἐς Θευδοσίαν πόλιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι. καὶ
§4 αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις Ἰωνική, Μιλησίων ἄποικος, καὶ μνήμη ἐστὶν αὐτῆς ἐν πολλοῖς γράμμασιν. ἐνθένδε ἐς λιμένα Σκυθοταύρων ἔρημον στάδιοι διακόσιοι· καὶ ἔνθεν ἐς Λαμπάδα τῆς Ταυρικῆς στάδιοι ἑξακόσιοι.
§5 ἀπὸ δὲ Λαμπάδος ἐς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, στάδιοι εἴκοσι καὶ πεντακόσιοι. καὶ ἔνθεν ἐς Χερρόνησον τῆς Ταυρικῆς ὀγδοήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Χερρονήσου ἐς Καρκινῖτιν στάδιοι ἑξακόσιοι, καὶ ἀπὸ Καρκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ τοῦτον, ἄλλοι ἑπτακόσιοι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up