Book 16
§1 ἐνθένδε ἐς Θόαριν ποταμὸν ἐξήκοντα. ἀπὸδὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγαμοῦντα ποταμὸν τεσσαράκοντα. ἐνθένδε ἐς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Πολεμώνιον
§2 πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου ἐς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. ἀπὸ
§3 δὲ Κιλίκων νήσου ἐς Βοῶνα πέντε καὶ ἑβδομήκοντα. ἐν Βοῶνι ὅρμος ναυσίν. ἐνθένδε ἐς Κοτύωρα ἐνενήκοντα. ταύτης ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσεν, καὶ λέγει Σινωπέων ἄποικον εἶναι· νῦν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα. ἐνδένδε ἐς Φαρματηνὸν ἄλλον ποταμὸν πεντήκοντα καὶ ἑκατὸν. καὶ ἔνθεν ἐς Φαρνακίαν εἴκοσι καὶ ἑκατόν. αὕτη Φαρνακία πάλαι
§4 Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. ἐνθένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα. καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. ἀπὸ δὲ Ζεφυρίου ἐς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τῶν Ἀργυρίων ἐς
§5 Φιλοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν. ἀπὸ δὲ Κοράλλων ἐς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ἱεροῦ ὄρους ἐς Κορδύλην τεσσαράκοντα·
§6 ὅρμος ναυσίν. ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δεῦρο ὅρμος. ἀπὸ δὲ Ἑρμωνάσσης ἐς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. ἐνταῦθα σὺ ποιεῖς λιμένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὅρμος ᾖν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up