Book 3
§1 ἔκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ ἐς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ἐς διακονίαν ἔχει. ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν. ἐνθένδε ἐπλέομεν, τὰ
§2 μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι· ψυχραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις. εἶτα γαλήνη ἐπέλαβεν, ὥστε τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα. ἔπειτα
§3 δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατʼ εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκριβῶς ἐναντίον, ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμᾶς· κοίλην μὲν γὰρ διʼ ὀλίγου τὴν θάλασσαν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεσρεῖν ἡμῖν ἑκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν,
§4 ʽκαὶ τὴν μὲν ἐξηντλοῦμεν, δʼ ἐπεσρέειἀλλʼ οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον. ταύτῃ καὶ ἠνύτομεν μόλις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν ἐς τὰς Ἀθήνας.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up