Book 14
§1 τὰ δὲ ἀπὸ τοῦδε ἤδη Παφλαγονία. ἀπὸ Παρθενίου ἐς Ἄμαστριν πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα· ὅρμος ναυσίν. ἐνθένδε ἐς Ἐρυθίνους ἑξήκοντα. καὶ ἀπὸ
§2 Ἐρυθίνων ἐς Κρῶμναν ἄλλοι ἐξήκοντα. ἐνθένδε ἐς Κύτωρον ἐνενήκοντα. ὅρμος ναυσὶν ἐν Κυτώρῳ. καὶ ἀπὸ Κυτώρου ἐς Αἰγιαλοὺς ἑξήκοντα. ἐς δὲ Θύμηνα ἐνενήκοντα. καὶ ἐς Κάραμβιν εἴκοσι καὶ ἑκατόν.
§3 ἐνθένδε ἐς Ζεφύριον ἑξήκοντα. ἀπὸ δὲ Ζεφυρίου ἐς Ἀβώνου τεῖχος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δʼ ἂν ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν κατάσχοι. ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγινήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κίνωλιν ἐμπόριον ἄλλοι ἑξήκοντα. καὶ ἐν Κινώλι σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους. ἀπὸ δὲ Κινώλιος ἐς Σιεφάνην
§4 ὀγδοήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν ἀσφαλής. ἀπὸ δὲ Στεφάνης ἐς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν. ἀπὸ δὲ Λεπτῆς ἄκρας ἐς Ἁρμένην ἑξήκοντα· λιμὴν αὐτόθι. καὶ
§5 Ξενοφῶν τῆς Ἁρμένης ἐμνημόνευσεν. καὶ ἔνθεν ἐς Σινώπην στάδιοι τεσσαράκοντα· Σινωπῆς Μιλησίων ἄποικοι. ἀπὸ δὲ Σινώπης ἐς Κάρουσαν πεντήκοντα καὶ ἑκατόν· σάλος ναυσίν. ἐνθένδε ἐς Ζάγωρα ἄλλοι αὖ πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὸν Ἅλυν ποταμὸν τριακόσιοι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up