Book 18
§1 ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος πρῶτος ἂν εἴη ὅρμος ἐν Πιτυοῦντι· στάδιοι τριακόσιοι πεντήκοντα. ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὗ μνήμην ποιεῖται
§2 λογοποιὸς Ἡρόδοτος, καὶ λέγει τούτους εἶναι τοὺς φθειροτρωκτέοντας, καὶ ἐς τοῦτο ἔτι δόξα αὐτὴ ὑπὲρ αὐτῶν κατέχει. ἐκ δὲ Νιτικῆς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα. δὲ Βόργυς τοῦ Ἀβάσκου διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ Νῆσις τοῦ Βόργυος, ἵναπερ καὶ Ἡράκλεια ἄκρα ἀνέχει, σταδίους ἑξήκοντα. ἀπὸ δὲ Νήσιος ἐς Μασαϊτικὴν στάδιοι ἐνενήκοντα.
§3 ἐνθένδε ἐς Ἀχαιοῦντα στάδιοι ἑξήκοντα, ὅσπερ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας. Ζιλχῶν βασιλεὺς Σταχέμφαξ· καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔσχεν. ἀπὸ Ἀχαιοῦντος ἐς Ἡράκλειαν ἄκραν πεντήκοντα καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρᾳσκίου καὶ βορρᾶ, ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὴν καλουμένην Παλαιὰν Λαζικὴν
§4 εἴκοσι καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς τὴν Παλαιὰν Ἀχαΐαν πεντήκοντα καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι. ἀπὸ δὲ Παγρῶν λιμένος ἐς Ἱερὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Σινδικὴν τριακόσιοι. ἀπὸ σὲ Σινδικῆς ἐς Βόσπορον τὸν Κιμμέριον καλούμενον
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up