Book 25
§1 τούτου τοῦ χωρίου μνήμην πεποίηται Ξενοφῶν πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν. καὶ περὶ τὴς ἀλιμενότητος τοῦ
§2 χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσιν διαμάχονται. ἀπὸ δὲ Σαλμυδησσοῦ
§3 ἐς Φρυγίαν στάδιοι τριάκοντα καὶ τριακόσιοι. ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι. αὗται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἶναι, καὶ διὰ τούτων πρώτην ναῦν περᾶσαι τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ἰάσονα ἤγαγεν ἐκ δὲ Κυανέων ἐπὶ τὸ
§4 ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου, ἵναπερ τὸ στόμα τοῦ Πόντου, στάδιοι τεσσαράκοντα. ἐνθένδε ἐς λιμένα Δάφνης τῆς Μαινομένης καλουμένης στάδιοι τεσσαράκοντα. ἀπὸ δὲ Δάφνης ἐς Βυζάντιον ὀγδοήκοντα. τάδε μὲν καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν Βυζάντιον.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up