Book 12
§1 τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζοῦντα πόλιν ὧδε ἔχει. κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερόν, ἐν νεώς ἐστι Διὸς Οὐρίου οὕτω προσαγορευομένου. τοῦτο δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τοῖς ἐς τὸν Πόντον πλέουσιν.
§2 ἐσπλεύσαντι δὲ ἐς τὸν Πόντον, ἐν δεξιᾷ δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ ἐχόμενον μέρος τοῦ Βιθυνῶν ἔθνους τὸ πρὸς τὸν Πόντον κείμενον, περίπλους ὧδε ἔχει. τὸ Ἱερὸν τοὺ Διὸς τοῦ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν. καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθʼ τι ἐσβάλλει
§3 ἐς τὴν Προποντίδα. ταῦτα μὲν εἰδότι σοι λέγω. ἀπὸ δὲ τοῦ Ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός· σταδίους διέχει τοῦ Ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα. ἔπειτα Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν.
§4 ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοῖα σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν. ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι
§5 στάδιοι. δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστιν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται. ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up