Book 24
§1 ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα. καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα.
§2 ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι. ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι τριακόσιοι.
§3 ἀπὸ δὲ Τομέως ἐς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐς Καρῶν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν· καὶ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κλῄζεται. ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα στάδιοι εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Βιζώνην χῶρον ἔρημον στάδιοι ἑξήκοντα.
§4 ἀπὸ δὲ Βιζώνης ἐς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς Ὀδησσὸν διακόσιοι· ὅρμος ναυσίν. ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ ἐς τὸν Πόντον καθήκουσιν, στάδιοι τριακόσιοι ἑξήκοντα. καὶ δεῦρο ὅρμος ναυσίν. ἐκ δὲ τοῦ Αἵμου ἐς Μεσημβρίαν πόλιν ἐνενήκοντα·
§5 ὅρμος ναυσίν. καὶ ἐκ Μεσημβρίας ἐς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου ἐς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν. αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες
§6 εἰσίν, ᾠκισμέναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι ἐς τὸν Πόντον. ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα· ὅρμος ναυσίν. καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τεῖχος πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσι καὶ ἑκατόν. ἀπὸ δὲ Θυνιάδος ἐς Σαλμυδησσὸν στάδιοι διακόσιοι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up