Book 9
§1 κρατίστη δὲ μετʼ ἀνθρώπου, ὅτι καὶ φιλάνθρωποι ἀποτελοῦνται, καὶ τῷ χρωτὶ τῷ ἀνθρωπείῳ χαίρουσιν, καὶ φιλοῦσιν οὐ μεῖον τὸν συγκαθεύδοντα τὸν τρέφοντα. κἂν τῶν λυπούντων τὴν κύνα τις αἰσθάνοιτο, ὡς διψώσῃ τε ἐν νυκτὶ ἐπικουρῆσαι καὶ ἐπειγομένῃ ὑπό του τῶν ἀναγκαίων· γνοίη δʼ ἂν καὶ ὅπως ἀνεπαύσατο. εἰ γὰρ ἀγρυπνήσειεν, ἐξάγειν ἐπὶ θήραν οὐκ ἀσφαλές, οὐδʼ εἰ ἐπιστάξειεν θαμινὰ ἐν τῷ ὕπνῳ, οὐδʼ εἴ τι ἀπεμέσειεν τῶν σιτίων·
§2 ταῦτα δὲ γνοίη ἂν συναναπαυόμενος. κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν, πολὺ δὲ πλέον, εἰ καὶ ἐπιψαύουσαι ἀλλήλων ἀναπαύοιντο· ὡς ἄνθρωπος μὲν συγκαθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν· κύνες δὲ ἐν ταὐτῷ ἀναπαυόμεναι τι περ πονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπάξουσιν· ὥστε φώρας ἐμπίμπλασθαι τὸ πολύ, ὁπότε ἐν ταὐτῷ ἀναπαύοιντο.
§3 δηλοῖ δὲ καὶ ὀδμή, ἐπειδὰν ἐσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται· οὕτω χαλεπή τέ ἐστιν καὶ δριμεῖα.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up