Book 12
§1 προάγειν δὲ τὰς κύνας τοὐλάχιστον τετράκις ἐπὶ τῇ ἡμέρᾳ ἐς ὁμαλὸν χωρίον καὶ καθαρόν. ἐνταῦθα ἀφιέναι τοῦ δεσμοῦ, τῶν τε ἀναγκαίων ἕνεκα καὶ ἐς τὸ ἀποσκιρτᾶν καὶ διαθεῖν·
§2 εἰ δὲ ἀργοῦσαι ἀπὸ θήρας τύχοιεν, καὶ πλεονάκις τοῦτο δρᾶν. καὶ δύο ἐπιλύειν ἐν ταὐτῷ, ὥστε ἁμιλλωμένας καὶ παιζούσας ὁμοῦ μὲν εὐφραίνεσθαι
§3 ὁμοῦ δὲ γυμνάζεσθαι. πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ· ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ ἐργάζονται.
§4 ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω· βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι, καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς, ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον ἐν ἑκατέρῳ μεῖον φερόμενον.
§5 ἀλλὰ μηδὲ ὅσαι διεχθρεύουσιν ἀλλήλαις, μηδὲ ταύτας λύειν ὁμοῦ, ὡς μὴ λυμαίνωνται ἀλλήλας· εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄφιλοι, καθάπερ ἄνθρωποι, καὶ μάλιστα δὴ οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι ταῖς θηλείαις, τὸ πολὺ ὑπὸ φθόνου. καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up