Book 7
§1 αὐτίκα ὅσαι σκυθρωπαὶ κύνες πρὸς ἅπαντας, οὐ γενναῖαι· εἰ δὲ ἔστιν ἃς εὕροις πρὸς μὲν τοὺς ἀγνῶτας χαλεπάς, τῷ δὲ ἀνατρέφοντι προσφιλεῖς, τοῦτο ἀγαθὸν μᾶλλον κακόν.
§2 ἤδη δὲ ἔγνων κύνα, ἥτις οἴκοι μὲν κατηφὴς ἦν καὶ οὐδενὶ τῶν πλησιαζόντων ἔχαιρεν· ἐπὶ θήραν δὲ ἐξαγομένη ὑπερηυφραίνετο καὶ παντὶ τῷ προσελθόντι προσμειδιῶσα καὶ προσσαίνουσα διεδήλου ὅτι ἀνιᾶται οἴκοι μένουσα.
§3 καὶ τοῦτο ἀγαθόν. κράτισται δὲ αἱ φιλανθρωπόταται καὶ ὅσαις οὐκ ἔστιν ξένον ὄψις ἀνθρώπου οὐδενός. ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήσσονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ εἰκῇ κινοῦνται [— καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων —], καθάπερ ἄνθρωποι οἱ δειλοὶ καὶ ἔκφρονες, οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἶεν γενναῖαι.
§4 κακαὶ δὲ καὶ ὅσαι λυθεῖσαι τοῦ δεσμοῦ ἐν χωρίῳ οὐκ ἐπανίασιν ἐπὶ τὸν ἄγοντα ἀνακαλούμεναι, ἀλλʼ ἀποσκιρτῶσιν, καὶ ἢν μὲν πράως μετακαλῇς, καταφρονοῦσιν, ἢν δὲ σὺν ἀπειλῇ, δειμαίνουσαι οὐ προσίασιν.
§5 ἀλλὰ χρὴ ἀποσκιρτήσασαν τὴν κύνα καὶ περιδραμοῦσαν ἐπανιέναι ἐπὶ τὸν κυναγωγόν, εἰ καὶ μὴ καλοίη αὐτήν, σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν, εἰ δὴ ἐθέλει· ἔτι δὲ εἰ μὴ λαμβάνοιτο, πάλιν αὖ ἀποσκιρτάτω, καὶ πάλιν ἐπανίτω.
§6 πεπαιδευμέναι δέ, ὅσαι φθεγξαμένου τοῦ κυναγωγοῦ ὑποκατακλίνονται, μὴ ὑπὸ δέους, ἀλλὰ φιλοφρονούμεναι τὸν τροφέα καὶ τιμῶσαι, καθάπερ οἱ προσκυνοῦντες μέγαν βασιλέα. οὐδὲ τὸ ἵστασθαι δὲ ἐν πεδίῳ λυθεῖσαν κύνα ἀγαθόν, εἰ μὴ πρεσβυτέρα τύχοι· ὄκνον γὰρ σημαίνει.
§7 ταῖς δὲ γενναιοτάταις καὶ ἐπισκύνιον πρόσεστιν, καὶ σοβαραὶ φαίνονται, καὶ τὸ βάδισμα κοῦφον καὶ πυκνὸν καὶ ἁβρόν· καὶ μεταβάλλουσιν τὰς πλευράς, καὶ τὸν τράχηλον ἀνατείνουσιν, καθάπερ οἱ ἵπποι, ἐπειδὰν λαμπρύνωσιν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up