Book 36
§1 καὶ γὰρ καὶ κύνες βλάπτονται, καὶ οἱ ἵπποι χωλεύονται, καὶ οἱ ἄνθρωποι σφάλλονται. καὶ τοῦτό γε δηλοῖ καὶ Ὅμηρος ἐν τῇ ποιήσει. Τεῦκρον μέν γε τὸν τοξικώτατον Ἑλλήνων ἐν τῷ ἀγῶνι οὔ φησιν τυχεῖν ὅτι μὴ τῆς μηρίνθου, καὶ ταύτην διακόψαι, ἐπειδὴ μὴ ἐπηύξατο τῶ Ἀπόλλωνι· Μηριόνην δέ, ἄνδρα οὐ τοξικόν, ἐπευξάμενον τῷ Ἀπόλλωνι, ἀποπετομένης ἤδη τῆς ὄρνιθος τυχεῖν.
§2 καὶ τοὺς ἐκγόνους δὲ τῶν ἐπὶ Θήβας σὺν Πολυνείκει στρατευσάντων ἑλεῖν τὰς Θήβας πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· τοὺς δὲ πατέρας αὐτῶν, οὐδέν τι χείρους ἐκείνων ἐς ἀλκήν γενομένους, διαφθαρῆναι ἐν Θήβαις, ὅτι μὴ ἐπείθοντο τοῖς σημαινομένοις ὑπὸ θεῶν.
§3 καὶ τὸν Ἕκτορα οὐ πεισθέντα Πουλυδάμαντι οὐκ ἐῶντι ἐπελαύνειν ταῖς ναυσὶν τῶν Ἑλλήνων ἐπὶ τῷ δράκοντι τῷ καταβληθέντι πρὸς τοῦ ἀετοῦ, ὡς οὐ σὺν κόσμῳ ἐπανελευσομένους, ὀλίγον ὕστερον ἔργῳ ἀναδιδαχθῆναι ὡς οὐκ ἀγαθὸν ἀπειθεῖν τῷ θείῳ.
§4 τούτοις χρὴ πειθομένους, καθάπερ ἐπʼ ἄλλῳ τῳ ἔργῳ, οὕτω δὲ καὶ ἐπὶ θήρᾳ ἄρχεσθαί τε ἀπὸ θεῶν καὶ χαριστήρια θύειν εὖ πράξαντας καὶ σπένδειν καὶ εὐφημεῖν καὶ στεφανοῦν καὶ ὑμνεῖν καὶ ἀπαρχὰς τῶν ἁλισκομένων ἀνατιθέναι, οὐ μεῖον ἐπὶ νίκῃ πολέμου ἀκροθίνια.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up