Book 31
§1 ὁπόταν δὲ ἤδη πλανᾶται τὰ σκυλάκια, ὀρθῶς συμβουλεύει ὅτι χρὴ γάλακτι ἀνατρέφειν αὐτά, καὶ ὅτι αἱ βαρεῖαι πλησμοναὶ τὰ τε σκέλη αὐτοῖς διαστρέφουσιν
§2 καὶ τοῖς σώμασιν νόσου ἐμβάλλουσιν. καὶ τὰ ὀνόματα δὲ ὅτι βραχέα καὶ εὐανάκλητα θετέον ταῖς κυσίν, καὶ τοῦτο χρὴ πείθεσθαι αὐτῷ. καὶ ὅσα ἀναγέγραφεν ὀνόματα, τὰ μὲν εὑρὼν τὰ δὲ καὶ αὐτὸς ποιήσας, δεξιῶς ἀναγέγραφεν.
§3 εἰ δὲ μήπω ἐθέλοις σκυλακεῦσαι, φυλάσσειν ὡς ἀνυστὸν ἐπιμελέστατα τὰς κύνας, ἐπειδὰν τῆ ἀνάγκῃ ταύτῃ ἔχωνται· ἀποπαυσαμέναις δὲ οἱ μαστοὶ σφριγῶσιν καὶ ὑποπίμπλανται γάλακτος, καὶ τείνεται τὰ ὑπὸ τῇ γαστρί.
§4 καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγῶ· ῥήγνυνται γὰρ αὐταῖς αἱ λαγόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρῆ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί· ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύναμιν συνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται.
§5 ἀλλὰ κράτιστον περιμεῖναι, ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές, ἐπειδὰν αἱ τρίχες ἀπορρέωσιν ἀθρόαι ἐπαφωμένῳ· τότε γὰρ λύονται, ἐμοὶ δοκεῖν, ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up