Book 2
§1 ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελτικόν, δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό· ἄγνωστα γὰρ ἦν τὰ ἔθην τῆς Εὐρώπης, ὅσα ταύτῃ ᾤκισται, ὅτι μὴ τῆς Ἰταλίας ὅσα Ἕλληνες κατεῖχον, ὅσοις κατʼ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον.
§2 ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν, κατὰ ὠκύτητα ἔοικεν τῷ Κελτικῷ, τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε. λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγῲ ὑπὸ κυνῶν, παρὰ φύσιν σώματος ἁλίσκονται τύχῃ χρησάμενοι.
§3 εἰ δέ γε ἠπίστατο τὰς κύνας τὰς Κελτικάς, ταὐτὸν τοῦτο δοκεῖ ἄν μοι ἀποφήνασθαι περὶ τῶν κυνῶν, ὡς ὁπόσους λαγὼς οὐχ αἱροῦσιν κύνες κατὰ πόδας, παρὰ φύσιν σώματος οὐχ αἱροῦσιν τύχῃ χρησάμεναι. ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμόν γενναῖαι, ταύτας δὲ οὐκ ἄν ποτε διαφύγοι λαγώς, εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο, ὕλη ἀποκρύψασα, κατάδυσις κοίλη καὶ βαθεῖα ἀφελομένη, τάφρος διαδραμεῖν ἐν τῷ ἀφανεῖ παρασχοῦσα.
§4 ἐνθένδε, οἶμαι, ὅπως μὲν ἐπὶ τὰς ἄρκυς χρὴ ἐπελαύνειν τὸ λαγῶ ἐπεξέρχεται τῷ λόγῳ, καὶ εἰ παραδράμοι τὰς ἄρκυς, ὅπως χρὴ μεταθεῖν αὐτὸν καὶ ἀνευρίσκειν κατὰ τὸ ἴχνος, ἔστε ἁλῶναι ἀπαγορεύσαντα ὑπὸ καμάτου.
§5 ὅτι δὲ οὐδὲν οὔτε ἀρκύων δεῖ τῷ κύνας ἀγαθὰς κεκτημένῳ οὔτε τοῦ μαστεύειν διαφυγόντα, οὐδαμοῦ τοῦτο ἐδήλωσεν, ἀλλὰ τὴν θήραν ταύτην μόνην ἐξηγεῖται, ἣν Κᾶρες τε καὶ Κρῆτες θηρῶσιν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up