Book 23
§1 χρὴ δὲ ἔλαφον τι ἄλλο ἐς μέγεθος προῆκον τοσόνδε τόνδε τὸν τρόπον θηρᾶν, ἐφιέντα τὰς κύνας τὰς γενναίας· μέγα τε γὰρ τὸ θηρίον καὶ δεῖ ἐπὶ πολύ, καὶ διαγωνίσασθαι οὐκ ἀσφαλές. καὶ κίνδυνος οὐ σμικρὸς κύνα ἀγαθὴν ἐλάφου ἕνεκα διαφθαρῆναι.
§2 ἀλλὰ τὰς ἐλάφους, ἔνθα τὰ πεδία εὐήλατα, ἐν μὲν Μυσοῖς καὶ ἐν Γέταις καὶ ἐν Σκυθίᾳ καὶ ἀνὰ τὴν Ἰλλυρίδα, ἀφʼ ἵππων τῶν Σκυθικῶν καὶ Ἰλλυρικῶν διώκουσιν· οὗτοι γὰρ ἐλαύνεσθαι μὲν τὰ πρῶτα οὐκ ἀγαθοί, ἀλλὰ κἂν πάνυ καταφρονήσειας ἰδὼν παραβάλλοντας ἵππῳ Θεσσαλῷ Σικελῷ Πελοποννησίῳ· διαπονούμενοι δὲ
§3 ἐπίπαν ἀντέχουσιν. καὶ τότε ἂν ἴδοις τὸν μὲν ὠκὺν ἐκεῖνον ἵππον καὶ μέγαν καὶ σοβαρὸν ἀπαγορεύοντα, τὸν δὲ λεπτὸν καὶ ψωραλέον πρῶτα μὲν παραμείβοντα, ἔπειτα ἀπολείποντα, ἔπειτα ἐλαύνοντα τὸ θηρίον. δὲ ἐς τοσοῦτον ἄρα ἀντέχει, ἔστε ἀπαγορεῦσαι τὴν ἔλαφον.
§4 ἀπαγορεύσασα δὲ καὶ χανοῦσα ὑπὸ ἀνοίας ἵσταται, καὶ ἔξεστιν ἤδη, εἰ μὲν βούλοιο, ἀκοντίσαι ἐγγύθεν ὡς πεπεδημένην, εἰ δὲ ἐθέλοις, καὶ ζώσῃ βρόχον περιβαλόντα ἄγειν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up