Book 14
§1 ἐξάγειν δὲ ἐπὶ θήραν ἦρος μὲν καὶ φθινοπώρου θαμινά· ἀσφαλέσταται γὰρ αἱ ὧραι αὗται ταῖς κυσίν.
§2 θέρους δὲ ὀλιγάκις καὶ τὸ πολὺ διαλείποντα, εἰ πνῖγος εἴη· οὐ γὰρ ἀνέχονται καύματος αἱ κύνες, ἀλλὰ πολλαὶ ἤδη διώξασαι ἀνὰ κράτος ἀπεπνίγησαν ὑπὸ τοῦ ἄσθματος.
§3 τούτου δὴ ἕνεκα φέρειν χρὴ ᾠὰ τὸν κυνηγέτην, ὥστε, εἰ ὑπερασθμαίνοι κύων, καθιέναι ἀθρόα· οὐ γάρ ἐστιν τι μᾶλλον ἀναψύχει τε αὐταῖς τὸ καῦμα καὶ τὸ ἄσθμα ἀμπαύει.
§4 εἰ δὲ πίοι ἀθρόον ὑπερασθμαίνουσα, καὶ τοῦτο οὐκ ἀσφαλές. τούτων δὴ ἕνεκα χρὴ φυλάσσεσθαι ἐν καύματι ἐξάγειν.
§5 καὶ χειμῶνος δὲ μὴ ἐξάγειν, εἰ τὸ κρύος τύχοι χαλεπόν, καὶ πολὺ δὴ μάλιστα, εἰ πεπηγυῖα γῆ τύχοι· ἀποκαίονται γὰρ ἐν τῷ κρυστάλλῳ αἱ κύνες, καὶ τοὺς ὄνυχας ἔστιν αἳ ἀπολλύουσιν, καὶ τὰ νέρθεν τῶν ποδῶν αὐταῖς ῥήγνυται.
§6 εἰ δὲ εὐψυχότεραι εἶεν, θραύοιεν ἂν περὶ τῷ κρυστάλλῳ τὰ ὀστᾶ τῶν ποδῶν ἀφειδῶς θέουσαι. δὲ λαγὼς κοῦφός τέ ἐστιν καὶ δασεῖς ἔχει τοὺς πόδας, ὥστε ἀλύπως θεῖν ἐν τῷ πάγῳ.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up