Book 17
§1 καὶ τὴν κύνα δὲ ἀνακαλεῖν ἀγαθόν· χαίρουσιν γὰρ τὴν φωνὴν τοῦ δεσπότου γνωρίζουσαι, καὶ παραμυθίαν ἴσχουσιν τῶν τόνων τὸ γιγνώσκειν ὅτι θεατὴς αὐταῖς πάρεστιν καὶ ὅτι οὐ λανθάνουσιν ἀγωνιζόμεναι καλῶς.
§2 καὶ δὴ τὸ ἐν πρώτῳ μὲν δρόμῳ, ὁσάκις φίλον, ἀνακαλεῖν οὐ κωλύω· ἐν δευτέρῳ δὲ τρίτῳ, ὁπότε εἰκὸς διαπεπονῆσθαι τὴν κύνα, κωλῦσαι ἄν μοι δοχῶ θαμινὰ ἀνακαλεῖν αὐτὴν ὀνομαστί, μή ποτε ἄρα ὑπὸ μένους καὶ προθυμίας, χαρίζεσθαι τῷ δεσπότῃ ἐθέλουσα, ἔπειτα παρὰ δύναμιν ἐνταθεῖσα ῥήξειέν τι τῶν ἐντός. πολλαὶ γὰρ ἤδη οὕτω γε κύνες καὶ αἱ γενναιόταται διεφθάρησαν.
§3 ἀλλὰ τηνικαῦτα ἀφιέναι διαγωνίζεσθαι, ὅπως ἐθέλουσιν· οὐ γάρ τοι οὐδʼ ἴσος ἁγὼν λαγῷ καὶ κυνί· ἀλλʼ μὲν ὅποι βούλεται θεῖ, δὲ ἐφομαρτεῖ· καὶ μὲν ἐξελίξας τὸν δρόμον καὶ διαρρίψας τὴν κύνα ἵεται τοῦ πρόσω, δέ, εἰ διαρριφθείη, πλάζεται. καὶ ἀνάγκη φθάσαντα αὖ μεταθεῖν καὶ ἀναλαβεῖν, ὅσον ἐξηνέχθη τοῦ δρόμου.
§4 καὶ αἱ δυσχωρίαι δὲ πρὸς τοὺ λαγὼ μᾶλλόν τί εἰσιν τῆς κυνός, οἷα τὰ τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα, ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέσιν. καὶ τὸ περὶ τὸ περὶ ψυχῆς δὲ θεῖν ἀφαιρεῖται τὴν αἴσθησιν τῶν δυσκόλων.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up