A. Pal. vi. 337
Ἦλθε καὶ ἐς Μίλητον τοῦ Παιήονος υἱός,
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος
Νικίᾳ, ὅς μιν ἐπʼ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,
5 Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
μισθόν· δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up