A. Pal. vi. 340
Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
5 ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up