A. Pal. ix. 599
θᾶσαι τὸν ἀνδριάντα τοῦτον ξένε
σπουδᾷ, καὶ λέγʼ ἐπὴν ἐς οἶκον ἔνθῃς·
Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ
τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.
5 προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο,
ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up