A. Pal. vii. 661
Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων σοφιστής,
δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα·
χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
5 πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς σοφιστὴς
καίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up