A. Pal. ix. 598
τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ
τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
Πείσανδρος συνέγραψεν ὡκ Καμίρου
5 χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.
τοῦτον δʼ αὐτὸν δᾶμος, ὡς σάφʼ εἰδῇς,
ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας
πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up