A. Pal. ix. 600
Ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν
εὑρὼν Ἐπίχαρμος.
ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ
̔́τὶν ὧδʼ ἀνέθηκαν
5 τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει,
οἷʼ ἀνδρὶ πολίτᾳ·
σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις
̔́τελεῖν ἐπίχειρα.
πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα.
10 μεγάλα χάρις αὐτῷ.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up