A. Pal. ix. 338
εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.
ἀγρεύει δέ τυ Πὰν καὶ τὸν κροκόεντα Πρίηπος
κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,
5 ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up