A. Pal. vi. 336
τὰ ῥόδα τὰ δροσόεντα καὶ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,
ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.
5 βωμὸν δʼ αἱμαξεῖ κεραὸς τράγος οὗτος μαλός,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up