Fourth Episode
Ἰοκάστη
χώρας ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
915 λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,
πρὸς σʼ, Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
920 ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
Ἄγγελος
ἆρʼ ἂν παρʼ ὑμῶν, ξένοι, μάθοιμʼ ὅπου
925 τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;
μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.
Χορός
στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ξένε·
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Ἄγγελος
ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
930 γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.
Ἰοκάστη
αὔτως δὲ καὶ σύ γʼ, ξένʼ· ἄξιος γὰρ εἶ
τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
Ἄγγελος
ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
Ἰοκάστη
935 τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;
Ἄγγελος
ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,
ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.
Ἰοκάστη
τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;
Ἄγγελος
τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
940 τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.
Ἰοκάστη
τί δʼ; οὐχ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
Ἄγγελος
οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
Ἰοκάστη
πῶς εἶπας; τέθνηκε Πόλυβος, γέρον;
Ἄγγελος
εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.
Ἰοκάστη
945 πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος
μολοῦσα λέξεις; θεῶν μαντεύματα,
ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.
Οἰδίπους
950 φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ἰοκάστη
ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα.
Οἰδίπους
οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει;
Ἰοκάστη
955 ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα.
Οἰδίπους
τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ.
Ἄγγελος
εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα.
Οἰδίπους
960 πότερα δόλοισιν νόσου ξυναλλαγῇ;
Ἄγγελος
σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή.
Οἰδίπους
νόσοις τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Ἄγγελος
καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
Οἰδίπους
φεῦ φεῦ, τί δῆτʼ ἄν, γύναι, σκοποῖτό τι
965 τὴν Πυθόμαντιν ἑστίαν τοὺς ἄνω
κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; δὲ θανὼν
κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε
ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ
970 κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.
τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.
Ἰοκάστη
οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οἰδίπους
ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ἰοκάστη
975 μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
Οἰδίπους
καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
Ἰοκάστη
τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;
εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980 σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ
παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οἰδίπους
καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι,
985 εἰ μὴ ʼκύρει ζῶσʼ τεκοῦσα· νῦν δʼ ἐπεὶ
ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Ἰοκάστη
καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Οἰδίπους
μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.
Ἄγγελος
ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;
Οἰδίπους
990 Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
Ἄγγελος
τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οἰδίπους
θεήλατον μάντευμα δεινόν, ξένε.
Ἄγγελος
ῥητόν; οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Οἰδίπους
μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ
995 χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
ὧν οὕνεχʼ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.
Ἄγγελος
1000 γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;
Οἰδίπους
πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Ἄγγελος
τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Οἰδίπους
καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Ἄγγελος
1005 καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Οἰδίπους
ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.
Ἄγγελος
παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οἰδίπους
πῶς, γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Ἄγγελος
1010 εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν.
Οἰδίπους
ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἄγγελος
μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Οἰδίπους
τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.
Ἄγγελος
ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οἰδίπους
1015 πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν;
Ἄγγελος
ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οἰδίπους
πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Ἄγγελος
οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.
Οἰδίπους
καὶ πῶς φύσας ἐξ ἴσου τῷ μηδενί;
Ἄγγελος
1020 ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ.
Οἰδίπους
ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;
Ἄγγελος
δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Οἰδίπους
κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;
Ἄγγελος
γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.
Οἰδίπους
1025 σὺ δʼ ἐμπολήσας τυχών μʼ αὐτῷ δίδως;
Ἄγγελος
εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
Οἰδίπους
ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
Ἄγγελος
ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
Οἰδίπους
ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
Ἄγγελος
1030 σοῦ τʼ, τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ.
Οἰδίπους
τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις;
Ἄγγελος
ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·
Οἰδίπους
οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν;
Ἄγγελος
λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
Οἰδίπους
1035 δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην.
Ἄγγελος
ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
Οἰδίπους
πρὸς θεῶν, πρὸς μητρὸς πατρός; φράσον.
Ἄγγελος
οὐκ οἶδʼ· δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ.
Οἰδίπους
γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών;
Ἄγγελος
1040 οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
Οἰδίπους
τίς οὗτος; κάτοισθα δηλῶσαι λόγῳ;
Ἄγγελος
τῶν Λαΐου δήπου τις ὠνομάζετο.
Οἰδίπους
τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
Ἄγγελος
μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
Οἰδίπους
1045 κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ;
Ἄγγελος
ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι.
Οἰδίπους
ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει,
εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών;
1050 σημήναθʼ, ὡς καιρὸς ηὑρῆσθαι τάδε.
Χορός
οἶμαι μὲν οὐδένʼ ἄλλον τὸν ἐξ ἀγρῶν,
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι.
Οἰδίπους
γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίως
1055 μολεῖν ἐφιέμεσθα; τόνδʼ οὗτος λέγει;
Ἰοκάστη
τί δʼ ὅντινʼ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
Οἰδίπους
οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼν
σημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος.
Ἰοκάστη
1060 μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ.
Οἰδίπους
θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ
μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
Ἰοκάστη
ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
Οἰδίπους
1065 οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς.
Ἰοκάστη
καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.
Οἰδίπους
τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.
Ἰοκάστη
δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.
Οἰδίπους
ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070 ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
Ἰοκάστη
ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω
μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.
Χορός
τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας
ᾄξασα λύπης γυνή; δέδοιχʼ ὅπως
1075 μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά.
Οἰδίπους
ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.
αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080 ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι
1085 ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up