Second Episode
Κρέων
ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515 πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
520 ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Χορός
ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν
ὀργῇ βιασθὲν μᾶλλον γνώμῃ φρενῶν.
Κρέων
525 τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Χορός
ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.
Κρέων
ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
Χορός
530 οὐκ οἶδʼ· γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.
αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.
Οἰδίπους
οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; τοσόνδʼ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535 λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν μωρίαν
ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;
τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
δόλῳ προσέρπον οὐκ ἀλεξοίμην μαθών;
540 ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, πλήθει χρήμασίν θʼ ἁλίσκεται;
Κρέων
οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.
Οἰδίπους
545 λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.
Κρέων
τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους
τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.
Κρέων
εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550 εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
Οἰδίπους
εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρέων
ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ
πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οἰδίπους
555 ἔπειθες οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρέων
καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
Οἰδίπους
πόσον τινʼ ἤδη δῆθʼ Λάϊος χρόνον
Κρέων
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οἰδίπους
560 ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
Κρέων
μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
Οἰδίπους
τότʼ οὖν μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρέων
σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οἰδίπους
ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
Κρέων
565 οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
Οἰδίπους
ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρέων
παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.
Οἰδίπους
πῶς οὖν τόθʼ οὗτος σοφὸς οὐκ ηὔδα τάδε;
Κρέων
οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οἰδίπους
570 τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
Κρέων
ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
Οἰδίπους
ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς
οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
Κρέων
εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ
575 μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
Οἰδίπους
ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρέων
τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οἰδίπους
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρέων
ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οἰδίπους
580 ἃν θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
Κρέων
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οἰδίπους
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
Κρέων
οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.
σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς
585 ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον
ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.
ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον τύραννα δρᾶν,
οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590 νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,
εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595 ὥστʼ ἄλλα χρῄζειν τὰ σὺν κέρδει καλά.
νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.
πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;
600 οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν
πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·
605 τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς
κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·
γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610 χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.
ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615 κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
Χορός
καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Οἰδίπους
ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
620 εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα.
Κρέων
τί δῆτα χρῄζεις; με γῆς ἔξω βαλεῖν;
Οἰδίπους
ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
Κρέων
625 ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω.
τὸ γοῦν ἐμόν.
ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.
ἀλλʼ ἔφυς κακός.
εἰ δὲ ξυνίης μηδέν;
ἀρκτέον γʼ ὅμως.
οὔτοι κακῶς γʼ ἄρχοντος.
πόλις πόλις.
630 κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
Χορός
παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ
τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς
τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Ἰοκάστη
τί τὴν ἄβουλον, ταλαίπωροι, στάσιν
635 γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;
Κρέων
ὅμαιμε, δεινά μʼ Οἰδίπους σὸς πόσις
640 δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
γῆς ἀπῶσαι πατρίδος κτεῖναι λαβών.
Οἰδίπους
ξύμφημι· δρῶντα γάρ νιν, γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρέων
μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι
645 δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
Ἰοκάστη
πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up