Οἰδίπους
700
ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω·
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Ἰοκάστη
λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οἰδίπους
φονέα με φησὶ Λαΐου καθεστάναι.
Ἰοκάστη
αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
Οἰδίπους
705
μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ἰοκάστη
σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
710
φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ
Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.
715
καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ
λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
720
κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
725
χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
Οἰδίπους
οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ἰοκάστη
ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
Οἰδίπους
ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
730
κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
Ἰοκάστη
ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.
Οἰδίπους
καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;
Ἰοκάστη
Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οἰδίπους
735
καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;
Ἰοκάστη
σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.
Οἰδίπους
ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ἰοκάστη
τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;
Οἰδίπους
740
μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.
Ἰοκάστη
μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἰδίπους
οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς
745
δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
Ἰοκάστη
πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.
Οἰδίπους
δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ἰοκάστη
καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.
Οἰδίπους
750
πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης;
Ἰοκάστη
πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν .
κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία.
Οἰδίπους
αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε
755
ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Ἰοκάστη
οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.
Οἰδίπους
ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Ἰοκάστη
οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα,
760
ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως.
κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οἰδίπους
765
πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν;
Ἰοκάστη
πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι;
Οἰδίπους
δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν
εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω.
Ἰοκάστη
ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
770
κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ.
Οἰδίπους
κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών;
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775
μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ
780
καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας
μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785
κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ
ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια
790
καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ
ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,
φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,
795
ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα
ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν
805
αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,
ὄχου παραστείχοντα τηρήσας, μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810
οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐου τι συγγενές,
815
τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;
ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι
δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν
820
ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;
ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825
μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;
830
μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν
κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορός
ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν
835
πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα.
Οἰδίπους
καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ἰοκάστη
πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;
Οἰδίπους
ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων
840
σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος.
Ἰοκάστη
ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Οἰδίπους
λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·
845
οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἰοκάστη
ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·
850
πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε.
εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855
καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε
κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο.
ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ
βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον.
Οἰδίπους
καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην
860
πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς.
Ἰοκάστη
πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους·
οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον.
Tap any Greek word to look it up