Parodos
Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
155 ἀμφὶ σοὶ ἁζόμενος τί μοι νέον
περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
εἰπέ μοι, χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
160 πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα
γαιάοχόν τʼ ἀδελφεὰν
Ἄρτεμιν, κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
165 εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει
ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
Χορός
πόποι, ἀνάριθμα γὰρ φέρω
170 πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος
τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
175 ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
ὧν πόλις ἀνάριθμος ὄλλυται·
180 νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·
ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες
ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
185 παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
ὧν ὕπερ, χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
190 Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων
φλέγει με περιβόατον, ἀντιάζω
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας
195 εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,
τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται·
τόν, τᾶν πυρφόρων
200 ἀστραπᾶν κράτη νέμων,
Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν
βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι
205 ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
210 τᾶσδʼ ἐπώνυμον γᾶς,
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον,
πελασθῆναι φλέγοντʼ
ἀγλαῶπι ¯ ˘ ¯
215 πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up