First Episode
Οἰδίπους
αἰτεῖς· δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ,
220 ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225 κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν
αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής.
230 εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται.
εἰ δʼ αὖ σιωπήσεσθε, καί τις φίλου
δείσας ἀπώσει τοὔπος χαὐτοῦ τόδε,
235 ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240 κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν·
ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος
τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245 τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος
250 ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος,
παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.
ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν,
ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.
255 οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,
ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260 ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον,
κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος
μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·
νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ τύχη·
ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,
265 ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270 μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ
μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·
ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
τάδʼ ἔστʼ ἀρέσκονθʼ, τε σύμμαχος Δίκη
275 χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
Χορός
ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.
οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω
δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
Οἰδίπους
280 δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς
ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.
Χορός
τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.
Οἰδίπους
εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
Χορός
ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι
285 μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν
σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.
Οἰδίπους
ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
Χορός
290 καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη.
Οἰδίπους
τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
Χορός
θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
Οἰδίπους
ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.
Χορός
ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος,
295 τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς,
Οἰδίπους
μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ.
Χορός
ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν,
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
Οἰδίπους
300 πάντα νωμῶν Τειρεσία, διδακτά τε
ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305 Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν γῆς φυγάδας ἐκπεμψαίμεθα.
310 σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν
μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν
315 ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.
Τειρεσίας
φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην.
Οἰδίπους
τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
Τειρεσίας
320 ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
Οἰδίπους
οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδʼ, σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν.
Τειρεσίας
ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν
325 πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω
Οἰδίπους
μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι.
Τειρεσίας
πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτε
τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά.
Οἰδίπους
330 τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖς
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
Τειρεσίας
ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼ
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
Οἰδίπους
οὐκ, κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335 φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε,
ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ;
Τειρεσίας
ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ
ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις.
Οἰδίπους
τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη
340 κλύων, νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν;
Τειρεσίας
ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
Οἰδίπους
οὐκοῦν γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
Τειρεσίας
οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,
θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη.
Οἰδίπους
345 καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω,
ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον
μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου.
Τειρεσίας
350 ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ,
ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι.
Οἰδίπους
οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355 τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
Τειρεσίας
πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
Οἰδίπους
πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
Τειρεσίας
πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν.
Οἰδίπους
ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω.
Τειρεσίας
360 οὐχὶ ξυνῆκας πρόσθεν; ʼκπειρᾷ λέγων;
Οἰδίπους
οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον.
Τειρεσίας
φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
Οἰδίπους
ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
Τειρεσίας
εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον;
Οἰδίπους
365 ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
Τειρεσίας
λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ.
Οἰδίπους
καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς;
Τειρεσίας
εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος.
Οἰδίπους
370 ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ
τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ.
Τειρεσίας
σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.
Οἰδίπους
μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ
375 μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.
Τειρεσίας
οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων, τάδʼ ἐκπρᾶξαι μέλει.
Οἰδίπους
Κρέοντος σοῦ ταῦτα τἀξευρήματα;
Τειρεσίας
Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.
Οἰδίπους
380 πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
ὅσος παρʼ ὑμῖν φθόνος φυλάσσεται,
εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385 ταύτης Κρέων πιστός, οὑξ ἀρχῆς φίλος,
λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.
390 ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
πῶς οὐκ, ὅθʼ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,
ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;
καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
395 ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων
οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών,
μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400 παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
Χορός
ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη
405 ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ,
δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
Τειρεσίας
εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
410 οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ·
ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.
λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ,
οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.
415 ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.
420 βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
425 σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
Οἰδίπους
ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;
430 οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;
Τειρεσίας
οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.
Οἰδίπους
οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ
σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
Τειρεσίας
435 ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.
Οἰδίπους
ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;
Τειρεσίας
ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
Οἰδίπους
ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
Τειρεσίας
440 οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;
Οἰδίπους
τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.
Τειρεσίας
αὕτη γε μέντοι σʼ τύχη διώλεσεν.
Οἰδίπους
ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.
Τειρεσίας
ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
Οἰδίπους
445 κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν
ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
Τειρεσίας
εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.
λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
450 ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
455 καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460 ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν
εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up