Χορός
ἰὼ ἰώ,
καίνʼ ἐκ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι. λεύσσετε Τρώων
1120
τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι
νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
Δαναοὶ κτείναντες ἔχουσιν.
Ταλθύβιος
Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
1125
μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,
1130
φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,
πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο
θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων
1135
ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,
μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν,
μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
1140
μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν,
ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
1145
ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
1150
ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω·
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον,
ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ
1155
ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην.
Ἑκάβη
θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ,
λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον
1160
καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ
πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα,
ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός,
πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
1165
βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον,
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
1170
μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον·
νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
1175
ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον
φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω.
ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.
1180
ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους,
Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
1185
σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ
ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
1190
Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε
δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
1195
σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.
ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
1200
φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ
ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε.
θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
1205
ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
Χορός
καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
Ἑκάβη
ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
1210
οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα
τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς
ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
1215
ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.
Χορός
ἒ ἔ, φρενῶν
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂν
ἀνάκτωρ πόλεως.
Ἑκάβη
ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
1220
Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός.
σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίων
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
1225
κακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
Χορός
αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα
γαῖά σʼ ὦ τέκνον δέξεται.
στέναζε, μᾶτερ,
αἰαῖ.
1230
νεκρῶν ἴακχον.
1230
οἴμοι μοι.
οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
Ἑκάβη
τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι,
τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ·
τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
Χορός
1235
ἄρασσʼ ἄρασσε κρᾶτα
πιτύλους διδοῦσα χειρός,
ἰώ μοί μοι.
Ἑκάβη
ὦ φίλταται γυναῖκες
Χορός
Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
Ἑκάβη
1240
οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
1245
μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν·
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
1250
κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.
Χορός
ἰὼ ἰώ·
μελέα μήτηρ, ἣ τὰς μεγάλας
ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου,
1255
δεινῷ θανάτῳ διόλωλας.
ἔα ἔα·
τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖς
λεύσσω φλογέας δαλοῖσι χέρας
διερέσσοντας; μέλλει Τροίᾳ
καινόν τι κακὸν προσέσεσθαι.
Ταλθύβιος
1260
αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι
Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα
ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.
1265
ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
1270
ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα
οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη
οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
1275
ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα.
πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς
1280
δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθύβιος
ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
1285
ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
Ἑκάβη
ὀττοτοτοτοτοῖ.
Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
πάτερ, ἀνάξια τᾶς Δαρδάνου
1290
γονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας;
Χορός
δέδορκεν, ἁ δὲ μεγαλόπολις
ἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία.
Ἑκάβη
ὀττοτοτοτοτοῖ.
1295
λέλαμπεν Ἴλιος, Περ-
γάμων τε πυρὶ καταίθεται τέραμνα
καὶ πόλις ἄκρα τε τειχέων.
Χορός
πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-
ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.
1300
μαλερὰ μέλαθρα πυρὶ κατάδρομα
δαΐῳ τε λόγχᾳ.
ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
ἓ ἕ.
ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.
1305
γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶ
χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
διάδοχά σοι γόνυ τίθημι γαίᾳ
τοὺς ἐμοὺς καλοῦσα νέρθεν
ἀθλίους ἀκοίτας.
1310
ἀγόμεθα φερόμεθʼ
1310
ἄλγος ἄλγος βοᾷς.
δούλειον ὑπὸ μέλαθρον.
ἐκ πάτρας γʼ ἐμᾶς.
ἰώ.
Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος
ἄταφος ἄφιλος
ἄτας ἐμᾶς ἄιστος εἶ.
1315
μέλας γὰρ ὄσσε κατεκάλυψε
θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
ἓ ἕ.
τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.
τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι.
1320
κόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα
ᾆστον οἴκων ἐμῶν με θήσει.
ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼ
ἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστιν
ἁ τάλαινα Τροία.
1325
ἐμάθετʼ, ἐκλύετε;
1325
Περγάμων γε κτύπον.
ἔνοσις ἅπασαν ἔνοσις
ἐπικλύσει πόλιν.
ἰώ·
τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος·
ἴτʼ ἐπί, τάλανα,
1330
δούλειον ἁμέραν βίου.
ἰὼ τάλαινα πόλις· ὅμως δὲ
πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.
Tap any Greek word to look it up