Act 3
Χορός
230 καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς
κῆρυξ, νεοχμῶν μύθων ταμίας,
στείχει ταχύπουν ἴχνος ἐξανύων.
τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
Ταλθύβιος
235 Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς
ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Ἑκάβη
αἰαῖ, τόδε
τόδε, φίλαι Τρῳάδες, φόβος ἦν πάλαι.
Ταλθύβιος
240 ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
Ἑκάβη
αἰαῖ, τίνʼ
Θεσσαλίας πόλιν
Φθιάδος εἶπας Καδμείας χθονός;
Ταλθύβιος
κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
Ἑκάβη
τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
245 Ἰλιάδων μένει;
Ταλθύβιος
οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
Ἑκάβη
τοὐμὸν τίς ἆρʼ
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
Ταλθύβιος
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
Ἑκάβη
250 τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
δούλαν; ἰώ μοί μοι.
Ταλθύβιος
οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Ἑκάβη
τὰν τοῦ Φοίβου παρθένον, γέρας
χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
Ταλθύβιος
255 ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
Ἑκάβη
ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθύβιος
οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
Ἑκάβη
260 τί δʼ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
Ταλθύβιος
Πολυξένην ἔλεξας, τίνʼ ἱστορεῖς;
Ἑκάβη
ταύταν· τῷ πάλος ἔζευξεν;
Ταλθύβιος
τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
Ἑκάβη
265 ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.
ἀτὰρ τίς ὅδʼ νόμος τί
θέσμιον, φίλος, Ἑλλάνων;
Ταλθύβιος
εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
Ἑκάβη
τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθύβιος
270 ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
Ἑκάβη
τί δʼ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
Ταλθύβιος
καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
Ἑκάβη
ἐγὼ δὲ τῷ
275 πρόσπολος τριτοβάμονος χερὶ
δευομένα βάκτρου γεραιῷ κάρᾳ;
Ταλθύβιος
Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
Ἑκάβη
.
ἄρασσε κρᾶτα κούριμον,
280 ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
ἰώ μοί μοι.
μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
πολεμίῳ δίκας, παρανόμῳ δάκει,
285 ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ
ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
γοᾶσθʼ, Τρῳάδες, με.
βέβακα δύσποτμος. οἴχομαι
290 τάλαινα, δυστυχεστάτῳ
προσέπεσον κλήρῳ.
Χορός
τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας
τίς ἆρʼ Ἀχαιῶν τίς Ἑλλήνων ἔχει;
Ταλθύβιος
ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
295 ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
πιμπρᾶσιν τί δρῶσιΤρῳάδες μυχούς,
300 ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
305 ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.
Ἑκάβη
οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
Κασάνδρα
Ἄνεχε· πάρεχε.
φῶς φέρʼ, · σέβω· φλέγωἰδού, ἰδού
λαμπάσι τόδʼ ἱερόν.
310 Ὑμέναιʼ ἄναξ·
μακάριος γαμέτας·
μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
κατʼ Ἄργος γαμουμένα.
Ὑμήν, Ὑμέναιʼ ἄναξ.
315 ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσʼ ἔχεις,
ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
320 ἀναφλέγω πυρὸς φῶς
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσʼ, Ὑμέναιε, σοί,
διδοῦσʼ, Ἑκάτα, φάος,
παρθένων ἐπὶ λέκτροις
νόμος ἔχει.
325 πάλλε πόδα.
αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
ὡς ἐπὶ πατρὸς ἐμοῦ
μακαριωτάταις
τύχαις· χορὸς ὅσιος.
ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
330 ἀνάκτορον θυηπολῶ,
Ὑμήν, Ὑμέναιʼ, Ὑμήν.
χόρευε, μᾶτερ, ἀναγέλασον·
ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
335 βοάσαθʼ Ὑμέναιον, ,
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτʼ, καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετʼ ἐμῶν γάμων
340 τὸν πεπρωμένον εὐνᾷ
340 πόσιν ἐμέθεν.
Χορός
βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
Ἑκάβη
Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
345 ἔξω τε μεγάλων ἐλπίδων.
345 οἴμοι, τέκνον,
ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,
350 ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.
ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε
τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
Κασάνδρα
μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
355 καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ,
ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
360 ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ
ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
365 πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως
τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
370 δὲ στρατηγὸς σοφὸς ἐχθίστων ὕπερ
τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
375 ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι
οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·
380 χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις
ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —
σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
385 γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,
νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
390 χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·
395 δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·
εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
400 φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·
εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
405 καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
Χορός
ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
μέλπεις θʼ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
Ταλθύβιος
εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
410 τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
415 μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,
ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
καὶ σοὶ μένοὐ γὰρ ἀρτίας ἔχεις φρένας
Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
420 πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος
ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις
γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
Κασάνδρα
δεινὸς λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
425 κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
430 αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ.
δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·
ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν
435 οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης
Κύκλωψ, Λιγυστίς θʼ συῶν μορφώτρια
Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,
λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,
440 αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
445 στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην
ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
450 θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,
χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.
ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα
δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, μαντεῖʼ ἄναξ.
455 ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή;
οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.
χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· φίλη πατρίς,
οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
460 οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος
καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
Χορός
Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
οὐκ ἀντιλήψεσθʼ; μεθήσετʼ, κακαί,
465 γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας.
Ἑκάβη
ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, κόραι
κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
470 ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον·
τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην,
475 κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·
οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ
480 τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ,
πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους
485 ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην.
κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.
τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
490 δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι.
δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα,
τούτοις με προσθήσουσιν, θυρῶν λάτριν
κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
495 ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.
οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
500 τέκνον, σύμβακχε Κασάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
σύ τʼ, τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;
ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
505 τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;
ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,
νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ
δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων
510 μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up