Act 7
Μενέλαος
860 καλλιφεγγὲς ἡλίου σέλας τόδε,
ἐν δάμαρτα τὴν ἐμὴν χειρώσομαι
Ἑλένην· γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.
ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
865 γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν
δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.
ἥκω δὲ τὴν τάλαινανοὐ γὰρ ἡδέως
870 ὄνομα δάμαρτος ποτʼ ἦν ἐμὴ λέγω
ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς
κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
875 θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ
Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,
ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.
880 ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,
κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης
κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν
πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
Ἑκάβη
γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
885 ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,
Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.
Μενέλαος
τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
Ἑκάβη
890 αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.
ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.
αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,
πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.
ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
Ἑλένη
895 Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες
900 Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
Μενέλαος
οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς
κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.
Ἑλένη
ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ,
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
Μενέλαος
905 οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν.
Ἑκάβη
ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής,
Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν
οὐδὲν κάτοισθα. συντεθεὶς δʼ πᾶς λόγος
910 κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.
Μενέλαος
σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,
ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃλόγων
δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.
Ἑλένη
ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
915 οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.
ἐγὼ δʼ, σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ
κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι
τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.
πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
920 Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε
Τροίαν τε κἄμʼ πρέσβυς οὐ κτανὼν βρέφος,
δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.
ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.
ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
925 καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις
Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι,
Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους
τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·
Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
930 δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι
κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·
νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι
ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,
οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
935 δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι
ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα.
940 ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις
ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
ὅν, κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
945 εἶἑν.
945 οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι·
τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην
ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
950 κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί.
ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·
ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,
χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,
λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.
955 ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι
πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων
πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
βίᾳ δʼ καινός μʼ οὗτος ἁρπάσας πόσις
960 Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.
πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,
πρὸς σοῦ δικαίως, ἣν μὲν βίᾳ γαμεῖ,
τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων
πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν
965 βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.
Χορός
βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ
πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει
καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.
Ἑκάβη
ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
970 καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
ὥσθʼ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
975 εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι
ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ
Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;
πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;
γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη
980 παρθενείαν πατρὸς ἐξῃτήσατο,
φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
Κύπριν δʼ ἔλεξαςταῦτα γὰρ γέλως πολύς
ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
985 οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·
τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,
990 καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου,
Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
995 χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν
δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν·
τίς Σπαρτιατῶν ᾔσθετʼ; ποίαν βοὴν
1000 ἀνωλόλυξαςΚάστορος νεανίου
τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;
ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι,
1005 Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς
ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·
εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως
ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες.
1010 κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως;
ποῦ δῆτʼ ἐλήφθης βρόχους ἀρτωμένη
φάσγανον θήγουσʼ, γενναία γυνὴ
δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
1015 καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις·
θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους
ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς
πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
1020 ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·
μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
τὸν αὐτὸν αἰθέρʼ, κατάπτυστον κάρα·
1025 ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον,
1030 στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν
σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
Χορός
Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
1035 ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
Μενέλαος
ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
1040 πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
Ἑλένη
μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.
Ἑκάβη
μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς·
1045 ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
Μενέλαος
παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.
λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Ἑκάβη
μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
Μενέλαος
1050 τί δʼ ἔστι; μεῖζον βρῖθος πάροιθʼ ἔχει;
Ἑκάβη
οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενέλαος
ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων νοῦς.
ἔσται δʼ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται
ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·
1055 ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς
κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε·
ὅμως δʼ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ
τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up